TLG 1584 003 :: PHERECYDES :: Fragmenta PHERECYDES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 70–99; vol. 4, 639.
Citation: Fragment — (line) | ||
t1-20 | LIBER PRIMUS. | |
1 | Steph. Byz.: Ὑσία, πόλις Βοιωτίας. ... Ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. | |
1a | Schol. Aristid.: Εὐεργετεῖν φησι τὸν Διόνυσον καὶ * δοῦναι ἀνθρώποις. Δηλοῖ δὲ ὁ Φερε‐ κύδης, καὶ μετ’ ἐκεῖνον Ἀντίοχος, λέγοντες καὶ διὰ | |
5 | τοῦτο κεκλῆσθαι Διόνυσον, ὡς ἐκ Διὸς ἐς νύσας ῥέοντα· νύσας γὰρ, φησὶν, ἐκάλουν τὰ δένδρα· εἶτ’ ἐπεξίασι φυσικώτερον τῷ λόγῳ λέγοντες Ἶσιν μετωνομάσθαι τὴν γῆν, ἀπὸ τῆς περὶ τὴν θέσιν τὴν κατὰ μέσον ἰσότητος, ταύτης δὲ ἀδελφὸν Ὄσιριν καθ’ Ἕλληνας καὶ (δὲ?) | |
---|---|---|
10 | διόνυσον τὸν ἐκ Διὸς εἰς γῆν ῥεόμενον Βρόντου παῖδα, τὸν ὧρον τὸν ἄρειον ἡδύκαρπον. Ταῦτα δὲ * λέγουσι Ὠγύγου καὶ Θήβης, τῆς τούτου γυναικὸς, τῶν Ἀττικῶν αὐτοχθόνων, ἐλθόντων ἐπὶ τὴν Αἴγυπτον, τά τε μυστή‐ ρια πρῶτον αὐτοῖς κατασκευάσασθαι τὰ περὶ τὴν Ἶσιν, | |
15 | καὶ θεοὺς οὕτως ὀνομάσαι τούτους μετὰ τὸ κτίσαι τὸν Ὤγυγον τὰς ἐκεῖ Θήβας τὴν πόλιν. | |
2 | Schol. Apollon. II, 1235: Φερεκύδης φησὶν, ὅτι Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ, καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων. | |
2a | ex Cramer. Anecd. Paris. IV: Θριά Θρική (?)· Ἀρχίλοχος· καὶ ὅτι ἀπὸ Θριῶν τῶν Διὸς θυγατέρων διωνομάσθησαν, ὡς Φερεκύδης ἱστορεῖ, ἐπεὶ τρίαι εἰσὶν, οἷον τρισσαὶ | |
5 | κατὰ τὸν ἀριθμόν. | |
2b | Schol. Il. ω, 343: Ταύ‐ την (sc. τὴν ῥάβδον, ᾗ ἀνδρῶν ὄμματα θέλγει) Ἀπόλ‐ λων αὐτῷ (sc. Ἑρμῇ) δέδωκεν, ὥς φησι Φερεκύδης. | |
3 | Apollod. I, 4, 3: Ὠρίωνα Ἄρτεμις ἀπέκτεινεν | |
ἐν Δήλῳ· τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ σῶμα· Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης λέγει. | ||
4 | Schol. Hom. Il. Σ, 486: Συγκυνηγῶν δὲ οὗτος Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. Ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε· | |
5 | Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. Διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρ’ Εὐφορίωνι. | |
5a | Schol. Apollon. I, 761: Φερεκύδης δέ φησιν, ὅτι Ζεὺς Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς, ὦσεν αὐτὴν εἰς τὴν γῆν ἤδη κύουσαν, δεδιὼς τὴν τῆς Ἥρας ζηλο‐ τυπίαν. Ἐκείνης δὲ τεθνηκυίας, ἡ γῆ ἀνέδωκε Τιτυόν. | |
5 | Καὶ διὰ τοῦτο γηγενὴς ἐκλήθη. | |
5b | Schol. Pindar. Pyth. IV, 160: Ὅτι ὑπὸ Ἀπόλλω‐ νος καὶ Ἀρτέμιδος ἐτελεύτησε τοξευθεὶς (ὁ Τιτυὸς), Φερεκύδης φησίν. Ἐπάγει δὲ καὶ αὐτὸς, ὅτι τοξευθεὶς ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ φονευθεὶς, παρά‐ | |
5 | δειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἂν [μή] τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται. | |
6 | Strabo X: Ἀκουσίλαος ὁ Ἀργεῖος ἐκ Καβείρης καὶ Ἡφαίστου Κάμιλον λέγει. Τῶν δὲ, τρεῖς Καβείρους, ὧν Νύμφας Καβείραδας. Φερεκύδης δ’ ἐξ Ἀπόλλωνος καὶ Ῥυτίας Κορύβαντας ἐννέα· οἰκῆσαι | |
5 | δ’ αὐτοὺς ἐν Σαμοθράκῃ· ἐκ δὲ Καβείρης τῆς Πρω‐ τέως, καὶ Ἡφαίστου, Καβείρους τρεῖς, καὶ Νύμφας τρεῖς Καβειρίδας· ἑκατέροις δ’ ἱερὰ γενέσθαι· μάλιστα μὲν οὖν ἐν Λήμνῳ καὶ Ἴμβρῳ τοὺς Καβείρους τιμᾶ‐ σθαι συμβέβηκεν· ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις· | |
10 | τὰ δ’ ὀνόματα αὐτῶν ἐστὶ μυστικά. | |
7 | Schol. Apollon. I, 1129: Δάκτυλοι Ἰδαῖοι· ἓξ καὶ πέντε φασὶν εἶναι. Δεξιοὺς μὲν τοὺς ἄρσενας, ἀρι‐ στεροὺς δὲ τὰς θηλείας. Φερεκύδης δὲ τοὺς μὲν δεξιοὺς εἴκοσι λέγει, τοὺς δὲ εὐωνύμους τριάκοντα δύο. Γόη‐ | |
5 | τες δὲ ἦσαν, καὶ φαρμακεῖς, καὶ δημιουργοὶ σιδήρου λέγονται πρῶτοι καὶ μεταλλεῖς γενέσθαι. Ὠνομάσθη‐ σαν δὲ ἀπὸ τῆς μητρὸς Ἴδης. Ἀριστεροὶ μὲν, ὥς φησι Φερεκύδης, οἱ γόητες αὐτῶν· οἱ δὲ ἀναλύοντες, δε‐ ξιοὶ, ὡς Ἑλλάνικος. | |
8a | Schol. Pind. Pyth. III, 60: Ἡ παρθένος Κορωνὶς ᾤκει παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης· ἡ δὲ Βοιβιὰς λίμνη παρακειμένη τῇ Λακερείᾳ. Ὅτι δὲ ἡ Κορωνὶς ἐν Λακερείᾳ ᾤκει πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύ‐ | |
5 | ρου, Φερεκύδης ἐν πρώτῃ ἱστορεῖ. Ἔνθα καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλ‐ λων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινε, καὶ ὡς τὸν Ἴσχυν Ἀπόλλων κτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι Χείρωνι. | |
8b | Steph. Byz.: Δώτιον, πόλις Θεσσαλίας. ... Ἐκλή‐ θη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου· Φερεκύδης δὲ, ἀπὸ | |
Δώτιος τοῦ Ἀστερίου, καὶ Ἀμφικτυόνης τῆς Φθίου. | ||
8c | Schol. Eurip. Alcest. 2: Φερεκύδης ἐν τῇ ἱστο‐ ρίᾳ τοὺς ἐν Δελφοῖς φησὶ θνήσκοντας αὐτὸν ἀναβιώ‐ σκειν. | |
8d | Ap. Schol. Pindar. Pyth. III, 96, Aesculapium ab Jove occisum esse tradit Φερεκύδης, ὅτι τοὺς ἐν Δελφοῖς θνήσκοντας ἀναβιοῦν ἐποίει. | |
9a | Schol. Apollon. II, 500: Περὶ τῆς Κυρήνης Πίν‐ δαρος ἱστορεῖ ἐν Πυθιονίκαις, ὡς παρθέ‐ νος οὖσα, μέχρι πολλοῦ συνεκυνήγει τῷ Ἀπόλλωνι· διαπαλαίουσα δέ ποτε λέοντι ἠγαπήθη ὑπὸ Ἀπόλλω‐ | |
5 | νος· ὃς καὶ ἁρπάσας αὐτὴν, διεκόμισεν εἰς τὴν νῦν ἀπ’ αὐτῆς Κυρήνην τῆς Λιβύης καὶ μιγεὶς Ἀρισταῖον ἔτεκε. Φερεκύδης δέ φησι καὶ Ἄρατος, ἐπὶ κύκνων αὐτὴν ὀχηθεῖσαν, κατὰ Ἀπόλλωνος προαίρεσιν, εἰς τὴν Κυρήνην ἀφικέσθαι. | |
9b | Schol. Apoll. l. l. et ex Pherecyde Schol. Pind. Pyth. IX, 29: Ναΐδος καὶ Πηνειοῦ τὸν Ὑψέα Φερεκύδης. Ἀκέσανδρος δὲ, Φιλλύρας τῆς Ἀσωποῦ καὶ Πηνειοῦ ἱστορεῖ τὸν Ὑψέα. | |
10 | Schol. Apollon. III, 467: Περσηΐδα τὴν Ἑκάτην λέγει (Apollonius), ὡς τοῦ Περσέως θυγατέρα. Τινὲς δὲ αὐτήν φασι Διὸς εἶναι παῖδα. ... Βακχυλίδης δὲ Νυκτὸς φησὶν αὐτὴν θυγατέρα. ... Μουσαῖος δὲ, Ἀστε‐ | |
5 | ίας καὶ Διός. Φερεκύδης δὲ, Ἀρισταίου τοῦ Παίονος. | |
11 | Eustath. ad Hom. Il. Ζ: Δάειραν Φερεκύδης ἱστορεῖ Στυγὸς ἀδελφὴν, καὶ ἔοικε, φησὶν, οὕτως ἔχειν. Ἐπὶ γὰρ ὑγρᾶς οὐσίας τάττουσιν οἱ πα‐ λαιοὶ τὴν Δάειραν. Διὸ καὶ πολεμίαν τῇ Δήμητρι νο‐ | |
5 | μίζουσι. Ὅταν γὰρ θύηται αὐτῇ, οὐ πάρεστιν ἡ τῆς Δήμητρος ἱέρεια. Καὶ οὐδὲ τῶν τεθυμένων γεύεσθαι αὐτὴν ὅσιον. | |
12 | Apollodor. I, 5, 2 extr., de Triptolemo: Φε‐ ρεκύδης φησὶν αὐτὸν υἱὸν Ὠκεανοῦ καὶ Γῆς. | |
13 | Schol. Apollon. IV, 1091: Ἦσαν γὰρ ὁ Δίκτυς καὶ ὁ Πολυδέκτης, Ἀνδροθόης τῆς Κάστορος καὶ Περισθένους τοῦ Δαμάστο‐ ρος, τοῦ Ναυπλίου, τοῦ Ποσειδῶνος, καὶ Ἀμυμώνης, | |
5 | ὡς Φερεκύδης ἐν πρώτῳ. | |
14 | Schol. Apollon. II, 1214: Ὅτι ἐπὶ τὸν Καύκασον κατέφυγεν ὁ Τυφὼς διωκόμενος, καὶ ὅτι καιομένου τοῦ ὄρους ἔφυγεν ἐκεῖθεν εἰς Ἰταλίαν, ὅπου τὴν Πιθηκοῦ‐ σαν αὐτῷ περιῤῥιφῆναι νῆ‐ | |
5 | σον, Φερεκύδης ἐν τῇ θεογονίᾳ ἱστορεῖ. | |
15 | Apollod. III, 12, 6: Φερεκύδης δέ φησι, Τελα‐ μῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλὰ ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. | |
16a | Schol. Pindar. Nem. IV, 81: Ἔοικεν ὁ Πίνδαρος μνημονεύειν τοῦ Θετιδείου, περὶ οὗ ἐν πρώτῳ Φερε‐ | |
κύδης οὕτω γράφει· «Ἔπειτα Πηλεὺς ᾤχετο εἰς Φθίαν, καὶ Θέτιν ἐπὶ τῶν ἵππων τούτων ἄγων, οἰκεῖ ἐν Φαρ‐ | ||
5 | σάλῳ, καὶ ἐν Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις.» | |
16b | Tzetzes ad Lycophr. 175: Ὁ Πηλεὺς, κατὰ Φερεκύδην καθαίρεται ὑπ’ Εὐρύτου, τοῦ Ἄκτορος, οὗ θυγατέρα Ἀντιγόνην λαμβάνει, ἀναρτηθείσης δὲ ἐκεί‐ νης, ᾤχετο εἰς Φθίαν, καὶ Θέτιν ἄγων, ἐπὶ τῶν ἵπ‐ | |
5 | πων ἥκει ἐν Φαρσάλῳ, καὶ Θετιδείῳ, ὃ καλεῖται ἀπὸ τῆς Θέτιδος ἡ πόλις. | |
16c | Schol. cod. Venet. ad Eurip. Androm. 18: Τοῦτο ἀπὸ ἱστορίας εἴληφεν· αὖθις (l. αὖθι VRL αὐτόθι) γὰρ αὐτῇ συνῴκησε Πηλεὺς καὶ ἢ (καὶ ἐγέννησεν?) Ἀχιλ‐ | |
5 | λέα· τὸ Θετίδειον διόπερ (l. διόπερ τὸ Θετίδειον) ἐστὶ πόλις Θεσσαλίας, ὥς φησι Φερεκύδης καὶ Σουίδας (sc. ἐν Θεσσαλικοῖς). | |
17 | Schol. Homer. Il. Π, 175: Ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσχεν; ὡς μὲν Στάφυλος ἐν γʹ Θεσσαλικῶν, ἐξ Εὐρυδίκης, τῆς Ἄκτορος θυγατρός. Φερεκύδης δὲ, ἐξ Ἀντιγόνης τῆς Εὐρυτίω‐ | |
5 | νος. Ἄλλοι δὲ, ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. In cod. Veneto praemissa huic loco sunt ista: Ἡ διπλῆ, ὅτι Φερεκύδης τὴν Πολυδώραν φησὶ ἀδελφὴν Ἀχιλλέως· οὐκ ἔστι δὲ καθ’ Ὅμηρον διαβεβαιώσασθαι. | |
18 | Schol. Pindar. Nem. III, 55: Οὐ γὰρ (ὁ Πηλεὺς) μόνος εἷλε τὸν Ἰωλκὸν, ἀλλὰ μετὰ Ἰάσονος καὶ τῶν Τυνδαριδῶν, ὡς ἱστορεῖ Φερεκύδης. | |
19 | Schol. Hom. Il. Ψ, 87: Τοῦτον (τὸν Ἀμφιδάμαν‐ τος υἱὸν) Κλεισώνυμον Φερεκύδης ἱστορεῖ. | |
20 | Marcellinus in Vita Thucydidis,: Θουκυ‐ δίδης ... ἀπόγονος τῶν εὐδοκιμωτάτων στρατηγῶν, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ᾨκείωτο δὲ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατη‐ | |
5 | γόν· τῷ δὲ Μιλτιάδῃ, πρὸς Αἰακὸν τὸν Διός. Οὕτως αὐχεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν. Καὶ τούτοις Δί‐ δυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φάσκων οὕτως λέγειν· «Φιλαίας δὲ ὁ Αἴαντος οἰκεῖ ἐν ταῖς Ἀθήναις. Ἐκ τούτου δὲ γίγνεται Δάϊκλος, τοῦ | |
10 | δὲ Ἐπίδυκος, τοῦ δὲ Ἀκέστωρ, τοῦ δὲ Ἀγήνωρ, τοῦ δὲ Ὄλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Τύφων, τοῦ δὲ Λάϊος, τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσανδρος, ἐφ’ οὗ ἄρχον‐ τος ἐν Ἀθήναις. ** τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱππο‐ κλείδης, ἐφ’ οὗ ἄρχοντος Παναθήναια ἐτέθη.** τοῦ δὲ | |
15 | Μιλτιάδης, ὃς ᾤκισε Χεῤῥόνησον.» | |
t21-30 | LIBER SECUNDUS. | |
21 | Schol. Apollon. II, 1252: Φερεκύδης ἐν δευτέρῳ, Τυφῶνος καὶ Ἐχίδνης τῆς Φόρκυνος φησὶ τὸν ἀετὸν τὸν ἐπιπεμφθέντα Προ‐ μηθεῖ. Καὶ ὅτι δὲ | |
5 | ὁ ἀετὸς ἤσθιεν τῆς ἡμέρας τοῦ ἥπατος, τὸ δὲ λειπόμενον ηὔ‐ ξετο τῆς νυκτὸς, καὶ ἐγίνετο ἴσον. | |
22a | Apollod. II, 1, 3: Ἄργον τὸν πανόπτην Ἀσκλη‐ πιάδης μὲν Ἀρέστορος λέγει υἱόν· Φερεκύδης δὲ, Ἰνά‐ χου· Κέρκωψ δὲ, Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει. | |
22b | Schol. Eurip. Phoen. 1123: Φερεκύδης ἐπὶ τοῦ ἰνίου φησὶν αὐτὸν (Ἄργον) ἔχειν ὀφθαλμὸν, ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. Γράφει δὲ οὕτως· «Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ, τὴν Ὠκεανοῦ θυγατέρα. Τοῦ δὲ | |
5 | γίνεται Κρίασος, τοῦ δὲ Ἐρευθαλίων [ἀφ’ οὗ Ἐρευ‐ θαλία πόλις καλεῖται ἐν Ἄργει] καὶ Φόρβας. Τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρα ὀφθαλμὸν τίθησιν ἐν τῷ ἰνίῳ, καὶ τὸν ὕπνον ἐξαιρεῖται, καὶ ὑφίσταται καὶ φύλακα αὐτὸν τῇ Ἰοῖ. Ἔπειτα Ἑρμῆς | |
10 | αὐτὸν κτείνει.» | |
23 | Schol. Apollon. I, 1213: Φερεκύδης ἐν τῷ δευ‐ τέρῳ φησὶν ὅτι Πολυδώρᾳ τῇ Δαναοῦ μίσγεται Πη‐ νειὸς ὁ ποταμός. Τῶν δὲ γίνεται Δρύοψ, ἀφ’ οὗ Δρύο‐ πες καλοῦνται. Οἰκοῦσι δὲ ἐπὶ τῷ Σπερχειῷ ποταμῷ. | |
24 | Schol. Homer. Odyss. Ο, 225: Μελάμπους ὁ Ἀμυθάονος παῖς, πολλὰ μὲν καὶ ἄλλα διὰ τῆς μαντι‐ κῆς τεράστια ἐποίει, οὐχ ἥκιστα δὲ αὐτῷ καὶ οὗτος ἐνδοξότατος ἆθλος ἐγένετο. Τῶν γὰρ Προίτου θυγα‐ | |
5 | τέρων, τοῦ βασιλέως τῶν Ἀργείων, Λυσίππης καὶ Ἰφιανάσσης, διὰ τὴν ἀκμαιότητος ἀνεπιλογιστίαν ἁμαρτουσῶν εἰς Ἥραν· πα‐ ραγενόμεναι γὰρ εἰς τὸν τῆς θεοῦ νεὼν, ἔσκωπτον αὐτὸν, λέγουσαι πλουσιώτερον μᾶλ‐ | |
10 | λον εἶναι τὸν τοῦ πατρὸς οἶκον. Καὶ διὰ τοῦτο μάντις ὢν παραγενόμενος ὁ Μελάμπους, ὑπέσχετο πάσας θεραπεύειν, εἰ λάβοι κατάξιον τῆς θεραπείας μισθόν. Ἤδη γὰρ ἡ νόσος δε‐ καετὴς, καὶ ὀδύνην φέρουσα οὐ μόνον αὐταῖς ταῖς | |
15 | κόραις, ἀλλὰ καὶ τοῖς γεγεννηκόσιν. Ἐπαγγειλαμένου δὲ τοῦ Προίτου τῷ Μελάμποδι καὶ μέρος τῆς βασιλείας, καὶ μίαν τῶν θυγατέρων ἣν ἂν θέλοι εἰς γάμον | |
δώσειν, ἰάσατο τὴν νόσον ὁ Μελάμπους, διά τε ἱκε‐ | ||
20 | σιῶν καὶ θυσιῶν τὴν Ἥραν μειλιξάμενος, καὶ λαμ‐ βάνει πρὸς γάμον Ἰφιάνασσαν, ἕδνον αὐτὴν τῶν ἰα‐ τρειῶν καρπωσάμενος. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. | |
24a | Schol Victor. Hom. Il. ν, 663: Φερεκύδης οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος Μαντίον, οὗ Κλεῖτον, οὗ Κοίρανον, οὗ Πολύιδον· εἶτα Πολύιδος, φησὶ, γαμεῖ Εὐρυδάμειαν τὴν Φυλέως τοῦ | |
5 | Αὐγέα· τῷ δὲ γίνονται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θήβας εἷλον σὺν τοῖς ἐπιγόνοις· ἔπειτα εἰς Τροίαν ἔρχονται σὺν Ἀγαμέμνονι, καὶ θνήσκει Εὐχήνωρ ὑπ’ Ἀλεξάν‐ δρου. | |
25 | Schol. Apollon. II, 992: Ἁρμονία, νύμφη Ναΐς· ἧς καὶ Ἄρεος Ἀμαζόνας εἶναι φησὶ Φερεκύδης, ᾧ ἕπεται Ἀπολλώνιος. Idem ad v. 994 verbis Apollonii ἄλσεος Ἀκμο‐ | |
5 | νίοιο adscripsit haec: Ἔστι δὲ περὶ τὸν Θερμώδοντα. Μέμνηται αὐτοῦ Φερε‐ κύδης ἐν βʹ. scholion ad Apollonii v., 373: Δοίας καὶ Ἄλκμων, ἀδελφοί. Τί‐ | |
10 | νος δὲ πατρὸς, οὐ φέρεται, ὥς φησι Φερεκύδης. | |
26 | Schol. Apollon. IV, 1091 (et Eudocia p. 32, sq. et Phavorin. in v. Ἀκρίσιος): Φερεκύδης ἐν δωδε‐ κάτῳ (Phav. et Eud. δωδεκάτῃ) ἱστορεῖ, ὡς Ἀκρίσιος γαμεῖ Εὐρυδίκην τὴν Λακεδαίμονος· τῶν δὲ γίνεται | |
5 | Δανάη· χρωμένῳ δὲ αὐτῷ περὶ ἄρσενος παιδὸς, ἔχρησεν ὁ θεὸς ἐν Πυθοῖ, ὅτι αὐτῷ μὲν οὐκ ἔσται παῖς ἄρσην, ἐκ δὲ τῆς θυγατρός· πρὸς οὗ αὐτὸν δεῖ ἀπολέσθαι. Ὁ δὲ ἐπανελθὼν (Phav. παρελθὼν) εἰς Ἄργος, θάλαμον | |
10 | ποιεῖ χαλκοῦν ἐν τῇ αὐλῇ τῆς οἰκίας κατὰ γῆς, ἔνθα τὴν Δανάην εἰσάγει μετὰ τῆς τροφοῦ, ἐν ᾧ αὐτὴν ἐφύ‐ λασσεν, ὅπως ἐξ αὐτῆς παῖς μὴ γένηται. Ἐρασθεὶς δὲ Ζεὺς τῆς παιδὸς, ἐκ τοῦ ὀρόφου χρυσῷ παραπλήσιος ῥεῖ· ἡ δὲ ὑποδέχεται τῷ κόλπῳ· καὶ ἐκφήνας αὑτὸν ὁ | |
15 | Ζεὺς τῇ παιδὶ μίγνυται· τῶν δὲ γίνεται Περσεὺς, καὶ ἐκτρέφει αὐτὸν ἡ Δανάη καὶ ἡ τροφὸς, κρύπτουσαι (Phav. κρύπτουσα) Ἀκρίσιον. Ὅτε δὲ Περσεὺς τριέ‐ της ἢ τετραέτης ἐγένετο, ἤκουσεν αὐτοῦ τῆς φωνῆς | |
20 | παίζοντος· καὶ διὰ τῶν θεραπόντων μετακαλεσάμενος τὴν Δανάην σὺν τῇ τροφῷ, τὴν μὲν ἀναιρεῖ, Δανάην δὲ κατάγει σὺν τῷ παιδὶ ἐπὶ τὸν ὑπὸ τοῦ ἑρκίου Διὸς βωμόν. Μόνος δὲ αὐτὴν ἐρωτᾷ, πόθεν εἴη αὐτῇ γεγονὼς ὁ παῖς. Ἡ δὲ ἔφη· Ἐκ Διός. | |
25 | Ὁ δὲ οὐ πείθεται, ἀλλ’ εἰς λάρνακα ἐμβιβάζει αὐτὴν μετὰ τοῦ παιδός· καὶ κλείσας καταποντοῖ. Καὶ φερόμενοι ἀφικνοῦνται εἰς Σέριφον τὴν νῆσον. Καὶ αὐτοὺς ἐξέλκει Δίκτυς ὁ Περισθένους, δικτύῳ ἁλιεύων. Εἶτα ἡ Δανάη ἀνοῖξαι ἱκετεύει τὴν | |
30 | λάρνακα. Ὁ δὲ ἀνοίξας, καὶ μαθὼν οἵτινές εἰσιν, ἄγει εἰς τὸν οἶκον, καὶ τρέφει ὡς ἂν συγγενεῖς αὐτοῦ ὄντας Schol. Apollon. IV, 1515: Περσέως ἐν Σερίφῳ μετὰ τῆς μητρὸς διάγοντος παρὰ Δίκτυϊ καὶ ἡβήσαν‐ τος, Πολυδέκτης ὁ Δίκτυος | |
35 | ὁμομήτριος ἀδελφὸς, βασιλεὺς Σερίφου τυγχάνων, ἰδὼν τὴν Δανάην, ἠράσθη αὐτῆς, ἠπόρει δὲ συγκοιμη‐ θῆναι. Καὶ παρα‐ σκευάσας ἄριστον, ἐκάλει ἄλλους τε πολλοὺς καὶ αὐτὸν Περσέα. Περσέως δὲ πυθομένου, ἐπὶ τίνι ὁ ἔρανος | |
40 | εὐωχεῖται, τοῦ δὲ φήσαντος, Ἐπὶ ἵππῳ, Περσεὺς εἶπεν, Ἐπὶ τῇ τῆς Γοργόνος κεφαλῇ. Μετὰ δὲ τὸν ἔρανον τῇ ἑξῆς ἡμέρᾳ, ὅτε οἱ ἄλλοι ἐρανισταὶ τὸν ἵππον ἀπεκόμιζον, καὶ Περσεύς. Ὁ δὲ οὐκ ἐδέχετο, ἀπῄτει δὲ τὴν τῆς Γοργόνος κεφαλὴν κατὰ τὴν ὑπό‐ | |
45 | σχεσιν· ἐὰν δὲ μὴ κομίσῃ, τὴν μητέρα αὐτοῦ λήψε‐ σθαι ἔφη. Ὁ δὲ ἀνιαθεὶς ἀπέρχεται, ὀλοφυρόμενος τὴν συμφορὰν, εἰς τὸ ἔσχατον τῆς νήσου. Ἑρμῆς δὲ αὐτῷ ὀφθεὶς, καὶ πεῦσιν αὐτῷ προσαγαγὼν, μανθάνει τὴν αἰτίαν τοῦ θρήνου. | |
26(50) | Ὁ δὲ ἡγεῖται, θαῤ‐ ῥεῖν εἰπών. Καὶ πρῶτον μὲν ἡγεῖτο αὐτῷ πρὸς τὰς τοῦ Φόρκου Γραίας, Πεμφρηδὼ καὶ Ἐντὼ καὶ Ἰαινὼ, Ἀθηνᾶς φρασάσης. Καὶ αὐτῶν μὲν ὑφαιρεῖται τὸν | |
55 | ὀφθαλμὸν καὶ τὸν ὀδόντα, ὀρεγουσῶν ἀλλήλαις. Αἱ δὲ, αἰ‐ σθανόμεναι, βοῶσι καὶ ἱκετεύουσι τὸν ὀφθαλμὸν καὶ τὸν ὀδόντα ἀποδοῦναι. Ἑνὶ γὰρ αἱ τρεῖς ἐκ διαδοχῆς ἐκέχρηντο. Ὁ δὲ Περσεὺς αὐτὸν ἔχειν ἔφη, καὶ ἀπο‐ | |
60 | δώσειν, ἐὰν αὐτῷ ὑποδείξωσι τὰς νύμφας αἳ ἔχουσι τὴν Ἄϊδος κυνῆν, καὶ τὰ πέδιλα τὰ ὑπόπτερα, καὶ τὴν κίβησιν. Αἱ δὲ αὐτῷ φράζουσι. Καὶ ὁ Περσεὺς ἀποδίδωσι. Καὶ ἀπελθὼν πρὸς τὰς νύμφας σὺν Ἑρμῇ, αἰτήσας τε καὶ λαβὼν ὑποδε‐ | |
65 | σμεῖται τὰ ὑπόπτερα πέδιλα, καὶ τὴν κίβησιν περι‐ βάλλει. κατὰ τῶν ὤμων, καὶ τὴν Ἄϊδος κυνῆν τῇ κεφαλῇ περιτίθησιν. Εἶτα ἔρχεται πετόμενος κατὰ τὸν ὠκεανὸν καὶ τὰς Γοργόνας, συν‐ | |
70 | επομένων αὐτῷ Ἑρμοῦ τε καὶ Ἀθήνας. Ταύτας δὲ κοιμωμένας εὑρίσκει. Ὑποτίθενται δὲ αὐτῷ οὗτοι οἱ θεοὶ, ὅπως χρὴ τὴν κεφαλὴν ἀποτεμεῖν ἀπεστραμμένον, καὶ δεικνύουσιν ἐν | |
75 | τῷ κατόπτρῳ τὴν Μέδουσαν, ἣ μόνη ἦν θνητὴ τῶν Γοργόνων. Ὁ δὲ, πλησίον γενόμενος, ἀποτέμνει τῇ ἅρπῃ τὴν κεφαλὴν, καὶ ἐνθεὶς εἰς τὴν κίβησιν φεύγει. Αἱ δὲ αἰσθόμεναι διώκουσιν· οὐχ ὁρῶσι μέντοι αὐτὸν, διὰ τὴν Ἄϊδος | |
80 | κυνῆν. Περσεὺς δὲ εἰς Σέριφον γενόμενος, ἔρχεται παρὰ Πολυδέκτην, καὶ κελεύει συναθροῖσαι τὸν λαὸν, ὅπως δείξῃ αὐτοῖς τὴν τῆς Γοργόνος κεφαλὴν, εἰδὼς ὅτι ἰδόντες ἀπολιθωθήσονται. Ὁ δὲ Πολυδέκτης, ἀολ‐ λίσας τὸν ὄχλον, κελεύει αὐτὸν δεικνύειν. Ὁ δὲ ἀπο‐ | |
85 | στρεφόμενος ἐξαίρει ἐκ τῆς κιβήσεως, καὶ δείκνυσιν. Οἱ δὲ ἰδόντες, λίθοι ἐγένοντο. Ἡ δὲ Ἀθηνᾶ παρὰ Περσέως λαβοῦσα τὴν κεφαλὴν ἐντίθησιν εἰς τὴν ἑαυ‐ τῆς αἰγίδα· τὴν δὲ κίβησιν Ἑρμῇ ἀποδίδωσι, καὶ τὰ πέδιλα καὶ τὴν κυνῆν ταῖς Νύμφαις. Ἱστορεῖ Φερε‐ | |
90 | κύδης ἐν τῇ δευτέρᾳ. Idem ad IV, 1090: Ἐν δὲ τοῖς ἑξῆς καὶ περὶ τοῦ θανάτου προστίθησι Φερεκύδης τοῦ Ἀκρισίου, ὅτι μετὰ τὴν ἀπολίθωσιν Πολυδέκτου τῷ σὺν αὐτῷ ἐκ τῆς κεφαλῆς τῆς Γοργόνος ἐν Σε‐ | |
95 | ρίφῳ (Phav. μετὰ τὴν ἐν Σερίφῳ ἀπολίθωσιν Πολυ‐ δέκτου τοῦ σὺν αὐτῷ τὴν ἐκ τῆς Γοργόνης | |
κεφαλῆς), Δίκτυν μὲν Περσεὺς ἀπολείπει ἐν τῇ Σερίφῳ βασιλεύειν τῶν λε‐ λειμμένων Σεριφίων, αὐτὸς δὲ ἔβη πλέων | ||
26(100) | εἰς Ἄργος σὺν τοῖς Κύκλωψι, καὶ τῇ Δανάῃ, καὶ τῇ Ἀνδρομέδᾳ. Καὶ ἐλθὼν, Ἀκρίσιον οὐχ εὑρίσκει ἐν Ἄργει· ὑπεχώρει γὰρ αὐτὸν δείσας εἰς τοὺς Πελα‐ σγοὺς, εἰς Λάρισσαν. Μὴ καταλαβὼν δὲ αὐτὸν, τὴν μὲν Δανάην | |
105 | καταλείπει παρὰ τῇ μητρὶ Εὐρυδίκῃ, καὶ τὴν Ἀνδρομέδαν, καὶ τοὺς Κύκλω‐ πας· αὐτὸς δὲ ἔβη εἰς Λάρισσαν. Καὶ ἀφικό‐ μενος, Ἀκρίσιον ἀναγνωρίζει, καὶ σὺν αὐτῷ ἕπεσθαι εἰς Ἄργος πείθει. Καὶ ὅτε δὴ | |
110 | ἔμελλον ἰέναι, συντυγχάνει ἀγῶνι νέων ἐν τῇ Λαρίσ‐ σῃ. Καὶ ὁ Περσεὺς ἀποδύεται εἰς τὸν ἀγῶνα, καὶ λα‐ βὼν τὸν δίσκον, δισκεύει· τὸ δὲ πένταθλον οὔπω ἦν, ἀλλ’ ἰδίᾳ ἕνα ἕκαστον τῶν ἄθλων ἤθλουν· ὁ δὲ δίσκος τροχαλισθεὶς ἐπὶ τὸν πόδα τοῦ | |
115 | Ἀκρισίου, τιτρώσκει αὐτόν· καμὼν δὲ ἐκ τούτου Ἀκρίσιος, ἀποθνήσκει αὐτοῦ ἐν Λαρίσσῃ. Καὶ αὐτὸν κατατίθεται Περσεὺς καὶ οἱ Λαρισσαῖοι, πρόσθεν τῆς πόλεως, καὶ αὐτοῦ (Phav. αὐτῷ) ποιοῦσιν ἡρῷον οἱ ἐπιχώριοι· Περσεὺς δὲ ἀναχωρεῖ τοῦ Ἄργους. | |
120 | Ad Cyclopes illos fortasse referendus est locus Pollucis X, 139: Ἀορτὴ, παρὰ Φερε‐ κύδῃ εἷς τῶν Κυκλώπων. | |
27a | Hom. Od. Λ, 265: Τηλεβόαι στρατεύσαντες, κτείνουσι τὸν Ἠλεκτρύονος παῖδα περὶ θρεμμάτων ἀγωνιζόμενον. Καὶ Ἀμφιτρύων ἀποκτείνας ἀκουσίως Ἠλεκτρύωνα, φεύγει εἰς Θήβας. Ἀλκμήνη δὲ Ἠλε‐ | |
5 | κτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι, πρὶν τίσαιτο τοὺς Τηλεβόας ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. Ὑπισχνεῖται δὲ τοῦτο Ἀμφιτρύων, καὶ αὐτὴν εἰς Θήβας μεταγαγὼν πορεύεται ἐπὶ Τηλεβόας. Ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος οἰκίαν, ἔχων καρ‐ | |
10 | χήσιον, ἐοικὼς Ἀμφιτρύωνι. Ἡ δὲ Ἀλκμήνη δοκοῦσα τὸν ἑαυτῆς ἀσπαστὸν εἶναι, πυνθάνεται περὶ τῶν Τη‐ λεβοῶν, εἰ κατέκτεινεν αὐτούς. Ὁ δὲ Ζεὺς λέγων αὐ‐ τῇ πάντα ὅσα ἐγένετο, δίδωσι καὶ τὸ καρχήσιον, φά‐ μενος ἀριστήσας εἰληφέναι παρὰ τῶν στρατιωτῶν. Ἡ δὲ | |
15 | ἀσμένως ἀποτίθησιν. Ἔπειτα αὐτῇ συνευνασθεὶς Ζεὺς ἀπέρχεται, καὶ τῇ αὐτῇ παραγενόμενος νυκτὶ Ἀμφι‐ τρύων μίσγεται. Καὶ γεννᾷ Ἀλκμήνη ἐκ μὲν Διὸς Ἡρακλέα, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
27b | Athenaeus XI: Ἀρχαιότατόν ἐστι πο‐ τήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ, ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ. | |
27c | Macrob. Saturn. V, 21: Est autem carchesium poculum Graecis tantummodo notum. Meminit ejus Pherecydes in libris Historiarum, aitque Jovem Al‐ cumenae pretium concubitus carchesium aureum | |
5 | dono dedisse. | |
28a | Apollod. II, 4, 8: Φερεκύδης δέ φησιν Ἀμφιτρύω‐ να, βουλόμενον μαθεῖν ὁπότερος ἦν τῶν παίδων ἐκεί‐ νου, τοὺς δράκοντας εἰς τὴν εὐνὴν ἐμβαλεῖν, καὶ, τοῦ μὲν Ἰφικλέους φυγόντος, τοῦ δὲ Ἡρακλέους ὑποστάν‐ | |
5 | τος, μαθεῖν ὡς Ἰφικλῆς ἐξ αὐτοῦ γεγέννηται. | |
28b | Schol. Pindar. Nem. 1, 65: Εἰσὶν οἱ ὑπὸ Ἀμφιτρύωνος ἐπιπεμφθῆ‐ ναι τοὺς ὄφεις φασὶν, ἐπὶ διαπείρᾳ τοῦ γνῶναι, πότερος εἴη τοῦ Διὸς, ὡς Φερεκύδης φησὶν, ἐνιαυσίοις οὖσιν | |
5 | ἤδη. Καὶ ὁ μὲν Ἰφικλῆς, φεύγει· ὁ δὲ, ἐπὶ τῆς εὐνῆς | |
μείνας, ἀμφοτέρους ἀπέπνιξεν. | ||
29 | Schol. Apollon. I, 146: Φερεκύδης ἐν τῇ βʹ, ἐκ Λαοφόντης τῆς Πλευρῶνος Λήδαν καὶ Ἀλθαίαν Θε‐ σπίῳ γενέσθαι φησίν. Ὅτι δὲ Γλαύκου ἐστὶ καὶ Ἀλ‐ θαίας, αἰνίττεται λέγων, Τοὺς τέκε θυγάτηρ Γλαύκῳ | |
5 | μάκαιρα. Φασὶ τὸν μὲν Πολυδεύκη, Διός· τὸν δὲ Κά‐ στορα, Τυνδάρεω. | |
30 | Schol. Pindar. Isthm. IV, 104: Περὶ τοῦ ἀριθμοῦ (τῶν Ἡρακλέους ἐκ Μεγάρας παίδων) διαλλάττουσι .... Φερεκύδης ἐν δευτέρῳ, Ἀντίμαχον, Κλύμενον, Γλῆ‐ νον, Θηρίμαχον, Κρεοντιάδην· λέγων αὐτοὺς εἰς τὸ πῦρ | |
5 | ὑπὸ τοῦ πατρὸς ἐμβεβλῆσθαι. | |
t31-39 | LIBER TERTIUS. | |
31 | Schol. Homer. Il. Τ, 116: Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμφι‐ βίαν· Ἡσίοδος δὲ Ἀρτιβίαν τὴν Ἀμφιδάμαντος ἀπο‐ φαίνεται. | |
31a | Schol. Pindar. ad Olymp. III, 52: Ἐπιμελῶς οἱ ποιηταὶ τὴν θήλειαν ἔλαφον κέρατα ἔχουσαν εἰσάγου‐ σι· καθάπερ καὶ τὴν θηλάζουσαν τὸν Τήλεφον γρά‐ φουσι καὶ πλάττουσι. ... Θήλειαν δὲ εἶπε (Pindarus) | |
5 | καὶ χρυσόκερων ἀπὸ Ἰστρίας. Ὁ γὰρ Θησηΐδα γρά‐ ψας τοιαύτην αὐτὴν λέγει, καὶ Πείσανδρος ὁ Καμει‐ ρεὺς, καὶ Φερεκύδης. | |
31b | Schol. Pind. Olymp. VII, 60: Ἡ Λέρνη κατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον. ... Φε‐ ρεκύδης δὲ καὶ πόλιν φησίν. | |
32 | Schol. Apollon. II, 1054: Φερεκύδης δέ φησιν, οὐ γυναῖκας, ἀλλ’ ὄρνιθας εἶναι, καὶ ἀναιρεθῆναι πρὸς Ἡρακλέους, πλαταγῆς δοθείσης αὐτῷ πρὸς τὸ κτυ‐ πεῖν καὶ ἐκφοβεῖν αὐτάς. | |
33 | Schol. Apollon. IV, 1396: Φερεκύδης ἐν δεκάτῳ, τῆς Ἥρας γαμουμένης φησὶ τὴν γῆν ἀναδοῦναι ἐν τῷ Ὠκεανῷ μῆλα χρυσᾶ, ἢ μηλέας χρυσοῦν καρπὸν φερούσας· φυλάττειν δὲ | |
5 | αὐτὰ Δράκοντα τὸν Τυφῶνος καὶ Ἐχίδνης, ἔχοντα κεφαλὰς ἑκατὸν καὶ φωνὰς παντοίας· καὶ ὅτι αἱ Νύμ‐ φαι αἱ Διὸς καὶ Θέμιδος, οἰκοῦσαι ἐν σπηλαίῳ περὶ τὸν Ἠριδανὸν, ὑπέθεντο Ἡρακλεῖ ἀποροῦντι, μαθεῖν παρὰ Νηρέως, ποῦ ἂν εἴη τὰ χρυ‐ | |
10 | σέα μῆλα. Λαβεῖν δὲ αὐτὸν βίᾳ, πρῶτον μὲν μετα‐ μορφούμενον εἰς ὕδωρ καὶ πῦρ· εἶτα ἐς τὴν παλαιὰν ὄψιν καταστάντα, δηλῶσαι τὸν τόπον. Ὁ δὲ ἔρχεται οὕτως ἐπὶ τὰ χρυσᾶ μῆλα. Ἀφικόμενος δὲ εἰς Ταρ‐ τησσὸν, πορεύεται εἰς Λιβύην, ἔνθα ἀναιρεῖ Ἀνταῖον | |
15 | τὸν Ποσειδῶνος, ὑβριστὴν ὄντα. Εἶτα ἀφικνεῖται ἐπὶ | |
τὸν Νεῖλον εἰς Μέμφιν, παρὰ Βούσιριν τὸν Ποσειδῶ‐ νος· ὃν κτείνει, καὶ τὸν παῖδα αὐτοῦ Ἰφιδάμαντα, καὶ τὸν κήρυκα Χάλβην, καὶ τοὺς ὀπάονας, πρὸς τῷ βωμῷ τοῦ Διὸς, ἔνθα ἐξενοκτόνουν. | ||
20 | Ἀφικόμενος δὲ εἰς Θήβας, καὶ διὰ τῶν ὀρῶν εἰς τὴν ἔξω Λιβύην, ἧς ἐν τοῖς ἐρή‐ μοις πολλὰ τῶν θηρίων τοξεύων ἀναιρεῖ, καθή‐ ρας δὲ τὴν Λιβύην, κατέβη ἐπὶ τὴν θάλασσαν τὴν ἔξω κειμένην. Καὶ λαβὼν χρυσοῦν δέπας παρὰ | |
25 | Ἡλίου, διαβαίνει ἐν αὐτῷ εἰς Πέργην, διά τε τῆς ἔξω τῆς γῆς θαλάσσης καὶ διὰ τοῦ Ὠκεανοῦ πλέων. Ἐπελθὼν δὲ παρὰ Προμηθέα, καὶ ὀφθεὶς ὑπ’ αὐτοῦ, οἰκτείρει αὐ‐ τὸν ἱκετεύοντα· καὶ κτείνει τὸν ἀετὸν, ὃς αὐτοῦ τὸ | |
30 | ἧπαρ ἤσθιε, τοξεύσας προσπετόμενον. Ἀντὶ δὲ τούτου Προμηθεὺς μὴ ἀπιέναι ἐπὶ τὰ μῆλα ὑποτίθεται, ἐλ‐ θόντα δὲ πρὸς Ἄτλαντα, κελεύειν ἐνέγκαι αὐτῷ, καὶ ἀντὶ τοῦ Ἄτλαντος αὐτὸν ἀνέχειν | |
35 | τὸν οὐρανὸν, ἕως ἂν ἐνέγκῃ τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων. Ἡρακλῆς δὲ ἀκούσας ἔρχεται πρὸς Ἄτλαντα, καὶ κελεύει αὐτὸν ἐνεγκεῖν τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων, τρία λαβόντα, διηγησάμενος τὸν ἆθλον. Δοὺς δὲ Ἄτλας ἐπὶ τῶν | |
40 | ὤμων Ἡρακλεῖ τὸν οὐρα‐ νὸν, καὶ ἐλθὼν πρὸς τὰς Ἑσπερίδας, δεξάμενος παρ’ αὐτῶν τὰ μῆλα, ἐλθών τε πρὸς τὸν Ἡρακλέα, τὰ μὲν μῆλα αὐτός φησιν ἀποίσειν Εὐρυσθεῖ, τὸν δ’ οὐρανὸν ἐκέλευσεν ἐκεῖνον ἔχειν ἀντ’ | |
45 | αὐτοῦ. Ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος, δόλῳ ἀντεπέθη‐ κεν αὐτὸν τῷ Ἄτλαντι. Ἦν γὰρ εἰπὼν αὐτῷ ὁ Προ‐ μηθεὺς ὑποθέμενος, κελεύειν δέξασθαι τὸν οὐρανὸν, ἔως οὗ σπείραν ἐπὶ τὴν κεφαλὴν ποιήσεται. Ὁ δὲ, καταθεὶς τὰ μῆλα εἰς τὴν γῆν, ὑποδέχεται τὸν οὐρα‐ | |
33(50) | νόν. Ἡρακλῆς δὲ λαβὼν τὰ μῆλα, χαίρειν εἰπὼν τῷ Ἄτλαντι, ἀπέρχεται εἰς Μυκήνας παρ’ Εὐρυσθέα, καὶ δεικνύει αὐτῷ ταῦτα. | |
33a1 | Hygin. Poet. Astron. II, 3.: Ait Pherecydes, Junonem cum duceret Jupiter uxo‐ rem, Terram invenisse (leg. venisse) ferentem au‐ rea mala cum ramis. Quae Junonem admiratam, | |
5 | petiisse a Terra ut in suis hortis sereret, qui erant usque ad Atlantem montem. | |
33a2 | Eratosthenes Catasterism. 3: Φερεκύδης φησὶν, ὅτε ἐγαμεῖτο ἡ Ἥρα ὑπὸ Διὸς, φερόντων αὐτῇ τῶν θεῶν δῶρα, τὴν Γῆν ἐλθεῖν φέρουσαν τὰ χρύσεα μῆλα· ἰδοῦσαν δὲ τὴν Ἥραν θαυμάσαι, καὶ εἰπεῖν καταφυ‐ | |
5 | τεῦσαι εἰς τὸν τῶν θεῶν κῆπον, ὃς ἦν παρὰ τῷ Ἄτλαν‐ τι. Ὑπὸ δὲ τῶν ἐκείνου παρθένων ἀεὶ ὑφαιρουμένων τῶν μήλων, κατέστησε φύλακα τὸν ὄφιν, ὑπερμεγέθη | |
ὄντα. | ||
33a3 | Scholiastes Germanici Caesaris ad v. 49: Hunc (sc. draconem) Pherecrdes dicit inter astra collocatum beneficio Junonis, eo quod cum nuberet Jovi Juno, diis offe‐ | |
5 | rentibus munera, Terra quoque obtulerit aurea mala cum ramis: quae Juno in hortum suum, qui erat apud Atlantem, inferri jussit, et Hesperides Atlantis filias custodes posuit, quae cum a filiabus Atlantis subtraherentur et saepe vexarentur, Juno | |
10 | custodem horti Draconem pervigilem implicuit ar‐ bori, quem Hercules interfecit, et illa astris in‐ tulit. | |
33b | Schol. Eurip. Hippol. 742: Φερεκύδης Διὸς καὶ Θέμιδος φησὶν αὐτάς (τὰς Ἑσπερίδας). | |
33c | Schol. Germanici ad v. 364: Ab Arato et Pherecyde Eridanus Padus esse putatur: et ideo inter astra collocatus, quod a meridianis par‐ tibus dirigere cernitur. | |
33d | Schol. Pindar. Pyth. IX, 185: Ἔνιοι φασὶν, ὅτι ὁ ἀπὸ Ἡρακλέους καταγωνισθεὶς Ἀνταῖος, Ἰρασσεὺς ἦν, ἀπὸ Ἰράσσων τῶν ἐν τῇ Τρι‐ τωνίδι λίμνῃ, ὥς φησι Φερεκύδης. | |
33e1 | Etymol. M. ex Oro: Πολέμων ὁ Ἡρακλῆς, διὰ τὸ καταπαλαῖσαι Ἀνταῖον. Φερεκύδης λέγει, ὅτι μετὰ τὸ καταπαλαῖσαι αὐτὸν Ἀνταῖον καὶ ἀποκτεῖναι, συν‐ ῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰφινόῃ, καὶ ἐγέννησε Πολέ‐ | |
5 | μωνα. | |
33e2 | Tzetzes ad Lycophr. 663: Φερεκύδης φησὶ, μετὰ τὸ καταπαλαῖσαι αὐτὸν τὸν Ἀνταῖον τὸν Λίβυν, τὸν Ποσειδῶνος, ἑξηκοντά‐ πηχυν ὄντα, καὶ κατεάξαι (οὗ καὶ τὰ ὀστᾶ πρὸς Ὀλυμ‐ | |
5 | πίαν ἠνέχθη, ὡς μὴ ἀπιστοῖτο), ἐμίγη τῇ τοῦ ῥηθέν‐ τος Ἀνταίου γυναικὶ Ἰφινόῃ, καὶ ἐξ αὐτῆς παῖδα γεννᾷ Παλαίμονα. | |
33f | Apuleius De orthographia § 2: Busiris apud Jovis aram hospites mactabat, divinoque judicio ab Hercule ibidem mactatus est, auctore ... Pherecyde. | |
33g | Schol. Hesiod. Theog. 985: Ἠμαθίωνα, ἀφ’ οὗ ἡ Μακεδονία Ἠμαθίη. Φησὶ δὲ Φερεκύδης, ὑπὸ Ἡρακλέους ἀναιρεθῆναι τὸν Ἠμαθίωνα, ἀλλ’ ἀπιόντος ἐπὶ τὰ χρύσεα μῆλα. | |
33h1 | Athenaeus XI: Φερεκύδης ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν, προειπὼν περὶ τοῦ Ὠκεανοῦ, ἐπιφέρει· «Ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βα‐ λὼν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει. Ὁ δὲ δείσας | |
5 | παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέ‐ πας τὸ χρύσεον, ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ὠκεανοῦ τὴν νύκτα πρὸς ἕω, ἡνίκ’ ἀνίσχει ὁ ἥλιος. Ἔπειτα πορεύεται ὁ Ἡρακλῆς ἐν τῷ δέπαϊ τούτῳ ἐς τὴν Ἐρύθειαν. (Καὶ) ὅτε δὲ ἦν ἐν τῷ πελά‐ | |
10 | γει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος· ὁ δὲ τοξεύειν αὐτὸν μέλλει· καὶ αὐτὸν δείσας Ὠκεανὸς παύσασθαι κελεύει.» | |
33h2 | Macrob. Saturn. V, 21: Poculo Herculem ve‐ ctum ad Ἐρύθειαν Hispanioe insulam navigasse, et Panyasis egregius scriptor Graecorum dicit, et Phe‐ recydes auctor est: quorum uerba subdere super‐ | |
5 | sedi, quia propiora sunt fabulae, quam historiae. | |
33h3 | Strabo III: Ἐρύθειαν δὲ τὰ Γάδειρα ἔοικε λέγειν ὁ Φερεκύδης· | |
34a | Schol. Sophocl. Trach. 354: Φερεκύδης φησὶν οὕτω· «Μετὰ δὲ τὸν ἀγῶνα Ἡρακλῆς ἀφικνεῖται πρὸς | |
Εὔρυτον τὸν Μέλανος τοῦ Ἀρκεσιλάου εἰς τὴν Οἰχα‐ λίαν· ᾠκεῖτο δὲ αὕτη ἐν Θούλῃ τῆς Ἀρκαδίας· καὶ | ||
5 | ᾔτει τὴν θυγατέρα Ὕλλῳ γυναῖκα. Τοῦ δὲ μὴ διδόν‐ τος, Ἡρακλῆς εἷλε τὴν Οἰχαλίαν, καὶ τοὺς υἱοὺς ἀπέ‐ κτεινεν. Ἴφιτος δὲ ἔφυγεν εἰς Εὔβοιαν. | |
34b | Schol. Homer. Odyss. Φ, 23: Ἴφιτος, Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος, ἀπολομένων αὐτῷ τῶν ἵππων, περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις, εἴ που φανεῖεν. Πολυΐδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ | |
5 | παραγίνεσθαι εἰς Τίρυνθα χάριν ζητήσεως· οὐ γὰρ εἶναι συμφέρον· λέγεται παρακούσαντα παραγενέσθαι. Τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ συν‐ εφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος. Καὶ καταστρέψαι διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ | |
10 | τὸν πατέρα, ὅτι τελευτήσαντι αὐτῷ τὸν ἆθλον, τὴν Ἰό‐ λην γαμεῖν οὐκ ἔδωκαν, ἀλλ’ ἀτιμάσαντες ἀπέπεμψαν. Λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ, προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην τοῦ φόνου. Τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῇ τῶν | |
15 | τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα ταλάντων. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
35 | Schol. Homer. Il. Ξ, 255: Ἡρακλῆς ἀνακομιζό‐ μενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενος κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα, ἐκω‐ | |
5 | λύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσει‐ δῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος δὲ, καὶ ὡς λῃστὴς ἐπιβὰς, ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσ‐ σαλὸν ἐγέννησε. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
36a | Schol. Homer. Il. Λ, 709: Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ (l. τῆς) Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. Διφυεῖς γὰρ ἦσαν, | |
5 | ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας, πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολε‐ μικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι, συμμαχόντων Αὐγέᾳ, λοχήσας ἀνεῖλεν | |
10 | αὐτοὺς, καὶ οὕτως ἐπόρθησε τὴν Ἦλιν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
36b | Schol. in Platonem: [πρὸς δύο οὐδ’ ὁ Ἡρακλῆς] Ταύτης τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δει‐ | |
5 | μάμενον ἐπὶ τῷ Ἀλφειῷ, πυγμῆς ἀγῶνα καταθεῖναι, καὶ νικήσαντα τὴν ἑξῆς Ὀλυμπιάδα, πάλιν ἀγωνιζό‐ μενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ, Πρὸς δύο οὐδ’ ὁ Ἡρακλῆς, παροι‐ μιασθῆναι. Ἐχεφυλλίδας δὲ, αὐτὸν ὑπὸ Κτεάτου καὶ | |
10 | Εὐρύτου, τῶν Μολιονιδῶν, ἡττηθῆναι κατὰ τὴν ἐπ’ Αὐγείᾳ στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βουπράσι‐ δος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πο‐ | |
λεμίων, ἀναψύξαι τε, καὶ ἐκ τοῦ παραῤῥέοντος ποτα‐ μοῦ πιόντα, προσαγορεῦσαι· τοῦτο ἡδὺ ὕδωρ· ὃ νῦν | ||
15 | δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερεκύδης, καὶ Κώμαρχος (Κλέαρχος), καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστο‐ ροῦσι. Καὶ διὰ τοῦτο θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλῆ περὶ Κλεωνὰς | |
20 | ἀποκτεῖναι· ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη. | |
36c | Schol. Il. ψ, 296: Ἀκου‐ σίλαος ἐν τρίτῳ Γενεαλογιῶν κύριον ἤκουσε τὸ Ἐχέ‐ πωλος, οὕτως· «Κλεωνύμου δ’ Ἀγχίσης, τοῦ δὲ Ἐχέπω‐ λος». Καὶ Φερεκύδης ἐν τῷ τρίτῳ· «Κλεώνυμος δὲ | |
5 | ὁ Πέλοπος ᾤκει Κλεωναῖσι, καταστήσαντος Ἀτρέως Τοῦ δὲ γίνεται Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.» | |
37 | Schol. Sophocl. Argument. Trachin.: Ἀμάλθεια ἦν Αἱμονίου θυγάτηρ· ἣ κέρας εἶχε ταύρου. Τοῦτο δὲ, ὡς Φερεκύδης φησὶ, δύναμιν εἶχε τοιαύτην, ὥστε βρωτὸν ἢ ποτὸν ὅπερ ἂν εὔξαιτό τις, παρέχειν ἄφθο‐ | |
5 | νόν τε καὶ ἄπονον. Apollod. II, 7, 5: Ἀμάλθεια δὲ ἦν Αἱμονίου θυ‐ γάτηρ, ἣ κέρας εἶχε ταύρου. Τοῦτο δὲ, ὡς Φερεκύδης λέγει, δύναμιν ἔχει τοιαύτην, ὥστε βρωτὸν ἢ ποτὸν, ὅπερ εὔξαιτό τις, παρέχειν ἄφθονον. | |
37a | Scholiastes Pindari Olymp. VII, 42: Ἡσίοδος δὲ Ἀστυδάμειαν αὐτήν φησι· Φερεκύ‐ δης δὲ Ἀστυγένειαν· ἦν δὲ Φύλαντος θυγάτηρ. | |
38 | Schol. Apollon. I, 1213: εἰς τὴν Δρυοπίαν. ... λῃ‐ στρικὸν δὲ τὸ ἔθνος, ὁμοροῦν τοῖς Μηλιεῦσιν, ὡς Φερεκύδης ἐν τῇ τρίτῃ φησίν. | |
38a | Schol. Hom Il. κ, 266: Φερεκύδης δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν. | |
39 | Antonin. Liberal. c. 33: Ἱστορεῖ Φερεκύδης. Μετὰ τὸν Ἡρακλέους ἐξ ἀνθρώπων ἀφανισμὸν, Εὐ‐ ρυσθεὺς ἐξελάσας αὐτοὺς τῆς πατρίδος, αὐτὸς ἐβασί‐ λευεν· οἱ δὲ Ἡρακλεῖδαι καταφυγόντες πρὸς Δημο‐ | |
5 | φῶντα τὸν Θησέως, ᾤκησαν τὴν τετράπολιν τῆς Ἀττικῆς. Εὐρυσθεὺς δὲ πέμψας ἄγγελον εἰς Ἀθήνας, πόλεμον προέλεγεν τοῖς Ἀθηναίοις, εἰ μὴ τοὺς Ἡρα‐ κλείδας ἐξελάσωσιν. Οἱ μὲν οὖν Ἀθηναῖοι τὸν πόλεμον οὐκ ἀπολέγονται, Εὐρυσθεὺς δ’ ἐνέβαλε εἰς τὴν Ἀττι‐ | |
10 | κὴν, καὶ παραταξάμενος αὐτὸς μὲν ἀποθνήσκει μαχό‐ μενος, ἡ δὲ πληθὺς ἐτράπη τῶν Ἀργείων· Ὕλλος δὲ καὶ οἱ ἄλλοι Ἡρακλεῖδαι καὶ οἱ σὺν αὐτοῖς ἀποθανόν‐ τος Εὐρυσθέως κατοικίζονται πάλιν ἐν Θήβαις· ἐν δὲ τούτῳ καὶ Ἀλκμήνη κατὰ γῆρας ἀποθνήσκει, καὶ αὐ‐ | |
15 | τὴν ἐξεκόμισαν Ἡρακλεῖδαι. ᾬκουν δὲ παρὰ τὰς Ἠλέ‐ κτρας πύλας, ὅθιπερ καὶ Ἡρακλῆς ἐν τῇ ἀγορᾷ. Ζεὺς δὲ Ἑρμῆν πέμπει, κελεύων Ἀλκμήνην ἐκκλέψαι, καὶ ἀπενεγκεῖν εἰς μακάρων νήσους, καὶ δοῦναι Ῥα‐ δαμάνθυϊ γυναῖκα· Ἑρμῆς δὲ πεισθεὶς Ἀλκμήνην ἐκ‐ | |
20 | κλέπτει. Λίθον δ’ ἀντ’ αὐτῆς ἐντίθησιν εἰς τὴν σορόν· οἱ δ’ Ἡρακλεῖδαι ἐπεὶ τὴν λάρνακα φέροντες ἐβαρύ‐ νοντο, κατατίθενται· καὶ ἀποκαλύψαντες εὗρον ἀντὶ τῆς Ἀλκμήνης λίθον, καὶ αὐτὸν ἐξελόντες, ἔστησαν ἐν τῷ ἄλσει, ὅθιπέρ ἐστιν τὸ ἡρῷον τὸ τῆς Ἀλκμήνης ἐν | |
25 | Θήβαις. | |
t40-43 | LIBER QUARTUS. | |
40 | Schol. Apollon. III, 1185: Φερεκύδης ἐν δʹ οὕτω φησίν· «Ἀγήνωρ δὲ ὁ Ποσειδῶνος γαμεῖ Δαμνὼ τὴν Βήλου. Τῶν δὲ γίνονται Φοῖνιξ καὶ Ἰσαίη, ἣν ἴσχει Αἴγυπτος· καὶ Μελία, ἣν ἴσχει Δαναός. Ἔπειτεν ἴσχει | |
5 | Ἀγήνωρ Ἀργιόπην τὴν Νείλου τοῦ ποταμοῦ. Τοῦ δὲ γίνεται Κάδμος.» | |
41 | Schol. Apollon. II, 178: Ἀγηνορίδης (Φίνευς)· Ἀγήνορος γὰρ παῖς ἐστιν ὡς Ἑλλάνικος· ὡς δὲ Ἡσίο‐ δος φησὶν, Φοίνικος τοῦ Ἀγήνορος καὶ Κασσιεπείας. Ὁμοίως καὶ Ἀσκληπιάδης, καὶ Ἀντίμαχος καὶ Φε‐ | |
5 | ρεκύδης φησίν. | |
42 | Apollod. III, 1, 1: Συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ, καὶ Θάσος ὁ Ποσειδῶνος· ὡς δὲ Φερεκύδης φησὶ, Κίλικος. | |
43 | Schol. Apollon. III, 1086: Ἔστι καὶ ἄλλος Δευ‐ καλίων, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης. | |
t44-51a | LIBER QUINTUS. | |
44a | Schol. Apollon. III, 1178: Φερεκύδης ἐν τῇ πέμ‐ πτῃ οὕτω φησίν· «Ἐπειδὴ Κάδμος κατῳκίσθη ἐν Θήβῃσιν, Ἄρης διδοῖ αὐτῷ καὶ Ἀθηναίη τοῦ ὄφιος τοὺς ἡμίσεις ὀδόντας, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· | |
5 | καὶ ὁ Κάδμος αὐτίκα σπείρει αὐτοὺς εἰς τὴν ἄρουραν, Ἄρεος κελεύσαντος, καὶ αὐτῷ ἀναφύονται ἄνδρες ὡπλισμένοι. Ὁ δὲ Κάδμος δείσας, βάλλει αὐτοὺς λίθοισιν. Οἱ δὲ δοκέοντες ὑφ’ ἑαυτῶν βάλλεσθαι, κτείνουσί τε | |
10 | ἀλλήλους καὶ θνήσκουσι, πλὴν πέντε ἀνδρῶν, Οὐδαίου, Χθονίου, Ἐχίονος, Πέλωρος, Ὑπερήνορος· καὶ αὐτοὺς ὁ Κάδμος ποιεῖται πολίτας, κατοικίσας αὐτοὺς ἐν Θήβαις. | |
44b | Schol. Pindar. Isthm. VII, 13: Φερεκύδης διττά φησιν εἶναι σπαρτῶν γένη. Τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν, τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ. | |
44c | Apollodor. III, 4, 1: Φερεκύδης δέ φησιν, ὅτι Κά‐ δμος, ἰδὼν ἐκ γῆς ἀναφυομένους ἄνδρας ἐνόπλους, ἐπ’ αὐτοὺς ἔβαλε λίθους· οἱ δὲ, ὑπ’ ἀλλήλων νομίζοντες βάλλεσθαι, εἰς μάχην κατέστησαν. | |
45 | Apollod. III, 4, 2: Ἔδωκε δὲ αὐτῇ Κάδμος πέ‐ πλον, καὶ τὸν Ἡφαιστότευκτον ὅρμον, ὃν ὑπὸ Ἡφαί‐ στου λέγουσί τινες δοθῆναι Κάδμῳ, Φερεκύδης δὲ | |
ὑπὸ Εὐρώπης· ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν. | ||
46a | Suidas: Ὕης, Ὕου· ἐπίθετον Διονύσου, ὡς Κλεί‐ δημος. Ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον. Ὁ δὲ Φερεκύδης, τὴν Σε‐ μέλην Ὕην λέγεσθαι· καὶ τὰς τοῦ Διονύσου τροφοὺς, | |
5 | Ὑάδας. | |
46b | Schol. Arati Phaenom. 172: Θαλῆς μὲν δύο αὐ‐ τὰς (Hyadas) εἶπεν εἶναι, τὴν μὲν βόρειον, τὴν δὲ νότιον. Εὐριπίδης δὲ ἐν τῷ Φαέθοντι, τρεῖς. Ἀχαιὸς δὲ, δʹ. Ἱππίας δὲ καὶ Φερεκύδης, ζʹ. Ἡ δὲ προσω‐ | |
5 | νυμία ἐστὶν, ὅτι τὸν Διόνυσον ἀνεθρέψαντο. | |
46c | Schol. Homer. Il. Σ, 486: Τοὺς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. Καλοῦνται δὲ Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ Υ στοιχεῖον ὁμοιότητα, ἢ ἐπειδὴ αἴτιοι ὄμβρων καὶ ὑετῶν καθίστανται. Ζεὺς | |
5 | ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι Νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐ‐ δώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. Αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπε‐ λον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυ‐ | |
10 | κοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυ‐ σον. Ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. Ibid. paullo post: Φερεκύδης, καθάπερ προεί‐ ρηται, τὰς Ὑάδας Δωδωνίδας Νύμφας φησὶν εἶναι, | |
15 | καὶ Διονύσου τροφούς. Ἃς παρακαταθέσθαι τὸν Διό‐ νυσον τῇ Ἰνοῖ διὰ τὸν τῆς Ἥρας φόβον. Καθ’ ὃν και‐ ρὸν καὶ αὐτὰς Λυκοῦργος ἐδίωξε. | |
46d | Hygin. Poet. Astron, 2, 21: Hyades Pherecydes Atheniensis Liberi nutrices esse de‐ monstrat, numero septem, quas etiam antea Nym‐ phas Dodonidas appellatas. Harum nomina sunt | |
5 | hoec: Ambrosia, Eudora, Phesyle, Coronis, Po‐ lyxo, Phaeo, Thyene. Hae dicuntur a Lycurgo fu‐ gatae, et praeter Ambrosiam omnes ad Thetyn profugisse, ut ait Asclepiades. Sed ut Pherecydes dicit, ad Thebas Liberum perlatum Junoni tradi‐ | |
10 | derunt. Quam ob caussam ab Jove gratia eis est relata, quod inter sidera sunt constitutae. | |
46e | Mythograph. I, § 120: Li‐ berum, conceptum utero, Jupiter incendio eri‐ puit, ac femori insuit suo. Postea completis men‐ sibus, Nymphis, quae Nysam, montem Indiae, | |
5 | perfrequentabant, clam tradidit nutriendum. Septem enim fuerant sorores, eaedem Nymphae Dodonides appellatae, quoe a Lycurgo fugatae ad Thetin profugerunt, ut scribit Pherecydes et Asclepiades. | |
46f | Schol. Germanici ad Taurum v. 173: In signo Tauri frons et facies Hyades vocantur, quas Pherecydes Athenaeus nutrices Liberi dicit, quae Dodonides Nymphae vocantur. Quae cum a | |
5 | Lycurgo captivitatem timentes fugerent Thebas, ne sibi a Junone aliquid paterentur, Jupiter coelo il‐ latas sideribus honoravit, Hyadesque appcllavit, quod nascente Libero eas invenerit; quas in si‐ gnum temporis posuit, vel quod sint pluviales: | |
10 | ὕειν enim pluere est, quia earum ortus imbres con‐ citat: vel quia in modum Y litterae positae sunt. Idem Schol. ad. v. 254: Pleiades a pluralitate Graeci vocant: Latini, eo quod uere exoriantur, Vergi‐ | |
15 | lias dicunt. Dicit autem Pherecydes Athenaeus, septem sorores fuisse, Lycurgi filias, ex Naxo in‐ sula: et pro eo, quod Liberum educaverunt, a Jove inter sidera sunt relatar. | |
47 | Schol. Sophocl. Oedip. Tyr. 785: Φερεκύδης φησὶ Μέδουσαν εἶναι τὴν Πολύβου γυναῖκα, θυγατέ‐ ρα δὲ Ὀρσιλόχου τοῦ ἀδελφειοῦ. | |
47a | Schol. Taur. in Eurip. Phoen. 39. Πολυ‐ φήτην δὲ τὸν κήρυκα τοῦτον Φερεκύδης Πολυποίτην | |
φησί. | ||
48 | Schol. Eurip. Phoen. 53: Φερεκύδης τὰ κατὰ τοὺς παῖδας Οἰδίποδος, καὶ τὰς γημαμένας οὕτως ἱστορεῖ. «Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν, καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δ’ αὐτοῦ, Ἰοκάστην. | |
5 | Ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνή‐ σκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. Ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περί‐ φαντος. Ἐξ ἧς γίνονται αὐτῷ Ἰοκάστη, Ἀντιγόνη, Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης, καὶ ἀπ’ | |
10 | αὐτῆς ἡ κρήνη Ἰσμήνη ἐκλήθη. Υἱοὶ δὲ αὐτῷ ἐξ αὐ‐ τῆς, Ἐτεοκλῆς καὶ Πολυνείκης. Ἐπεὶ δὲ Εὐρυγάνεια ἐτελεύτησε, γαμεῖ Ἀστυμέδουσαν τὴν Σθενέλου.» Τι‐ νὲς δὲ Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης, τῆς μητρὸς Οἰδίποδος. | |
49 | Schol. Eurip. Phoen. 71: Δεῖ εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμφωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις. Φε‐ ρεκύδης γὰρ ἐκβεβλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας. ... Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρήσατο, ἐν‐ | |
5 | ταῦθα μὲν τῇ Φερεκύδου, ὕστερον δὲ τῇ Ἑλλανίκου. | |
50 | Apollod. III, 6, 7, de Tiresia: Φερεκύδης δὲ (φησὶν) ὑπὸ Ἀθηνᾶς αὐτὸν τυφλωθῆναι. Οὖσαν γὰρ τὴν Χαρικλῶ προσφιλῆ τῇ Ἀθηνᾷ .... γυμνὴν ἐπὶ πάντα ἰδεῖν· τὴν δὲ, ταῖς χερσὶ (τοὺς ὀφθαλμοὺς) αὐτοῦ καταλαβο‐ | |
5 | μένην, πηρὸν ποιῆσαι· Χαρικλοῦς δὲ δεομένης ἀπο‐ καταστῆσαι πάλιν τὰς ὁράσεις, μὴ δυναμένην τοῦτο ποιῆσαι, τὰς ἀκοὰς διακαθάρασαν πᾶσαν ὀρνίθων φωνὴν ποιῆσαι συνιέναι, καὶ σκῆπτρον αὐτῷ δωρή‐ σασθαι κυάνεον, ὃ φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβά‐ | |
10 | διζεν. | |
51 | Schol. Homer. Il. Ε, 126: Φασὶν ἐν τῷ Θη‐ βαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι. Ἀμφιάρεων δὲ φονεύ‐ σαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ. Τὸν δὲ δίκην | |
5 | θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον. Κατ’ ἐκεῖ‐ νο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν, ἀθανασίαν αὐτῷ ἐξ οὐρανοῦ φέρουσαν, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. Τὸν δὲ θεασάμενον, παρακαλέσαι, κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. Ἱστορεῖ Φερεκύδης. | |
51a | Schol. Pindar. Olymp. IX, 86: Ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρω‐ τογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυ‐ | |
5 | γατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύῤῥας καὶ Δευ‐ καλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ εʹ. | |
51b | Schol Il. θ, 336: Ὁμοίως τῷ ποιητῇ καὶ Ἑλλάνικος τὴν Ἐριώπην μητέρα Αἴαντός φησι. Φερεκύδης δὲ ἐν εωʹ (ἐν εʹ?) καὶ Μνα‐ σέας ἐν ηʹ Ἀλκιμάχην. | |
t52-71 | LIBER SEXTUS. | |
52 | Schol. Pind. Pyth. IV, 288: Ταύτην (matrem Phrixi) ὁ μὲν Πίνδαρος ἐν ὕμνοις, Δημωτικήν φησιν· Ἱππίας δὲ, Γοργῶπιν· Σοφοκλῆς δὲ ἐν Ἀθάμαντι, Νεφέλην· Φερεκύδης, Θεμιστώ· ὃς καὶ φησὶ, τῶν | |
5 | καρπῶν φθειρομένων ἐκ ταυτομάτου, ἐθελούσιον δοῦ‐ ναι ἑαυτὴν εἰς σφαγήν. | |
53a | Schol. Germanici ad Arietem v. 223: Aries, ut Hesiodus et Pherecydes dicunt, inter astra collocatus est propter Phrixum et Hellen, Athamantis et Nebulae filios. | |
53b | Eratosthenes Cataster. 19: Οὗτος (ὁ κριὸς) ὁ Φρίξον διακομίσας καὶ Ἕλλην. Ἄφθιτος δὲ ὢν, ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός. Εἶχε δὲ χρυσῆν δο‐ ρὰν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασι. | |
5 | Hygini Poet. Astron. 2, 20: Aries, qui Phrixum transtulisse ei Hellen dictus est per Hellespontum: quem Hesiodus et Pherecydes ait habuisse auream pellem. | |
54a | Schol. Apollon. II, 1253: Φερεκύδης ἐν ἕκτῳ Εὐηνίαν αὐτήν φησι καλεῖσθαι. | |
54b | Hesych.: Ἰοφῶσσα· ἡ χάλκειος, ὥς φησι Φερε‐ κύδης. | |
55 | Schol. Pindar. Pyth. IV, 220: Ὑπερεία δὲ κρήνη ἐν ταῖς Φεραῖς. ... Φασὶ δέ τινες, ἀπὸ Ὑπέρητος λα‐ βεῖν αὐτὴν τοὔνομα, ὡς Φερεκύδης. Φησὶ γὰρ οὕτω· «Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν. Τῶν δὲ γίνεται | |
5 | Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ’ αὐτοῦ κληθείσῃ Ὑπερείᾳ.» | |
56 | Schol. Hom. Od. Λ, 289: Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς παῖς, ἐξελασθεὶς ὑπὸ Πελίου τοῦ ἀδελφοῦ τῆς Ἰωλκοῦ, ἀφίκετο εἰς Μεσήνην τῆς Πελοποννήσου. Καὶ λαβὼν παρὰ ἐγχωρίων, τὴν Πύλον κτίζει. Καὶ | |
5 | γαμεῖ Χλῶριν, τὴν Ἀμφίονος τοῦ Ἰάσου καὶ Φερσε‐ φόνης τῆς Μίου θυγατέρα, βασιλεύει τε οὐ μόνον τῶν Πυλίων, ἀλλὰ καὶ τῶν ἐν Ὀρχομενῷ καὶ γίνεται εὐ‐ δαιμόνων. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
57 | Schol. Homer. Il. Λ, 674: Νηλεὺς ὁ Ποσειδῶ‐ νος ἱππικώτατος τῶν καθ’ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους ἐς τὸν ὑπὸ Αὐγέου συντελούμενον ἀγῶνα. Νικησάντων δὲ τούτων, φθονήσας Αὐγέας ἀπέ‐ | |
5 | σπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς, ἡσυχίαν ἦγε. Νέστωρ δὲ, ὁ τῶν παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροίσας ἐπῆλθεν Ἤλιδι. Καὶ πολλοὺς ἀποκτείνας, ἀπέλαβε τοὺς ἵππους. Καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυραν λείαν. Ἡ | |
10 | ἱστορία παρὰ Φερεκύδῃ. | |
58 | Schol. Apollon. I, 411: Αἰσωνὶς πόλις τῆς Μα‐ γνησίας, ἀπὸ τοῦ πατρὸς Ἰάσονος, ὡς καὶ Πίνδαρος φησὶ καὶ Φερεκύδης. Paullo aliter Steph. Byz.: Αἴσων, πόλις Θεσσα‐ | |
5 | λίας. ... Καὶ Φερεκύδης τὴν πόλιν Αἰσωνίαν φησί. | |
59a | Schol. Homer. Odyss. Μ, 70: Τυρὼ ἡ Σαλμω‐ νέως, ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. Καὶ ἴσχει παῖδας ἐξ αὐ‐ τοῦ τρεῖς, Αἴσονα, καὶ Φέρητα, καὶ Ἀμυθάονα. Αἴ‐ | |
5 | σονος δὲ καὶ Πολυμίλας καθ’ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. Τελευτῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. Ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη | |
10 | δείσασα, δίδωσιν αὐτὸν τρέφεσθαι Χείρονι τῷ Κεν‐ ταύρῳ. | |
59b | Schol. Apollon. I, 45: Φερεκύδης συμφωνεῖ Ἀπολλωνίῳ, λέγοντι Ἀλκιμέδην μητέρα εἶναι Ἰάσο‐ νος, τὴν Φυλάκου θυγατέρα. | |
60 | Schol. Pindar. Pyth. IV, 133: Ἡ ἱστορία παρὰ Φερεκύδῃ. «Ἔθυε, φησὶν, ὁ Πελίας τῷ Ποσειδῶνι, καὶ προεῖπε πᾶσι παρεῖναι. Οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται, καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ | |
5 | Ἀναύρου ποταμοῦ. Ἀσάνδαλος δὲ διέβαινε τὸν ποτα‐ μόν· διαβὰς δὲ, τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα· τὸν δὲ ἀριστερὸν, ἐπιλήθεται. Καὶ ἔρχεται οὕτως ἐπὶ δεῖ‐ πνον. Ἰδὼν δὲ ὁ Πελίας, συμβάλλει τὸ μαντήϊον. Καὶ τότε μὲν ἡσύχασε. Τῇ δ’ ὑστεραίᾳ μεταπεμψάμενος | |
10 | ἤρετο ὅ τι ποιοίη, εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν. Ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν, ἐπὶ τὸ κῶας τὸ χρυσόμαλλον, ἄξοντα ἂν ἀπὸ Αἰήτεω. Ταῦτα δὲ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελίᾳ κακόν.» Ὅτι δὲ ἐκ τοῦ | |
15 | Ἀναύρου ποταμοῦ μόγις τὸ πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (I, 10.). | |
61 | Schol. Apollon. I, 4: Ὁ Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ, ἀπὸ Ἄργου τοῦ κατασκευάσαντος· Φερεκύδης δὲ ἀπὸ Ἄργου τοῦ Φρίξου υἱοῦ. | |
62 | Scholia Parisina Apollon. I, 105: Ὁ δὲ Φε‐ ρεκύδης Ποτνιέα ἱστορεῖ τὸν Τῖφυν εἶναι. Αἴσχηλος (leg. Αἰσχύλος) δὲ τὸν Τῖφυν ἐν τῇ Ἀργοῖ Ἶφιν κα‐ λεῖ. | |
63a | Schol. Apollon. I, 23: Φερεκύδης ἐν τῇ ϛʹ, Φι‐ λάμμωνα φησὶ καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι· εἶναι δὲ Ὀρφέα, κατὰ μὲν Ἀσκληπιάδην Ἀπόλλωνος καὶ Καλλιόπης, κατὰ δὲ ἐνίους, Οἰάγρου καὶ Πολυμνίας. | |
63b | Schol. Hom. Odyss. Τ, 432: Φιλωνὶς ἡ Δηϊόνος θυγάτηρ, οἰκοῦσα τὸν Παρνασσὸν, ἐν αὐτῷ παρελέχθη καὶ Ἀπόλλωνι. Εἶχε γὰρ τὸ κάλλος ἐράσμιον ἐπὶ το‐ σοῦτον, ὥστε καὶ τοὺς θεοὺς ζηλοτυποῦντας κατὰ τὸ | |
5 | αὐτῇ θελῆσαι μίσγεσθαι. Εἶτα ἐκ μὲν τοῦ Ἀπόλλωνος γίνεται Φιλάμμων ἀνὴρ σοφιστὴς, ὃς καὶ πρῶτος ἐδόκει χοροὺς συστήσασθαι παρθένων, ἐκ τοῦ Ἑρμοῦ Αὐτόλυκος, ὃς οἰκῶν τὸν Παρνασσὸν | |
πλεῖστα κλέπτων ἐθησαύριζεν. Εἶχε γὰρ ταύτην τὴν | ||
10 | τέχνην παρὰ τοῦ πατρὸς, ὥστε τοὺς ἀνθρώπους, ὅτε κλέπτοι τι, λανθάνειν, καὶ τὰ θρέμματα τῆς λείας ἀλ‐ λοιοῦν εἰς ὃ θέλοι μορφῆς, ὥστε πλείστης αὐτὸν δεσπό‐ την γενέσθαι λείας. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. | |
64 | Schol. Apollon. I, 45: Ἐπισημαίνεσθαι δ’ ἄξιον, ὡς οὔτε Ἡσίοδος οὔτε Φερεκύδης φησὶ συμπεπλευκέ‐ ναι τοῖς Ἀργοναύταις Ἴφικλον. | |
65 | Schol. Apollon. I, 152: Φερεκύδης τὴν μητέρα τῶν περὶ Ἴδαν, Ἀρήνην φησὶν, ἀφ’ ἧς ἡ πόλις· Πεί‐ σανδρος, Πολυδώραν· Θεόκριτος, Λαοκόωσαν. Οὗτοι δὲ συνήκμαζον τοῖς Διοσκούροις. | |
66 | Schol. Apollon. I, 645: Φερεκύδης φησὶν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης, τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν εἰς ᾅδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. | |
67a | Schol. Apollon. I, 1290: Ἀντίμαχος ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβαρεῖ‐ σθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος. Τούτῳ καὶ Ποσεί‐ διππος ὁ ἐπιγραμματογράφος ἠκολούθησε καὶ Φερε‐ | |
5 | κύδης. | |
67b | Apollod. I, 9, 19: Φερεκύδης αὐτὸν ἐν Ἀφέταις τῆς Θεσσαλίας ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθεγ‐ ξαμένης, μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. | |
68 | Schol. Apollon. II, 181: Ὅτι δὲ ἦρχεν ὁ Φινεὺς μέχρι τοῦ Βοσπόρου Θρᾳκῶν πάντων τῶν ἐν τῇ Ἀσίᾳ (εἰσὶ δὲ οὗτοι Βιθυνοί τε καὶ Παφλαγόνες), Φερεκύδης ἐν τῇ ϛʹ φησί. | |
69 | Schol. Apollon. II, 271: Ὅτι διὰ τοῦ Αἰγαίου πόντου καὶ τοῦ Σικελικοῦ αὐτὰς (Harpyias) ἐδίωκον (Boreae filii), Φερεκύδης ἐν ἕκτῃ φησί. Schol. Apollon. ib. 299: Φερεκύδης ἐν ϛʹ | |
5 | φησὶν, εἰς τὸ σπέος αὐτὰς (Harpyias) φυγεῖν τῆς Κρήτης τὸ ὑπὸ τῷ λόφῳ τῷ Ἀργινοῦντι. | |
70 | Schol. Apollon. I, 139: Ὁ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης, παῖς ἦν Ἀστερίας τῆς Κορώνου καὶ Ἀπόλλωνος, οὗ καὶ Λαοθόης, Θέστωρ· τοῦ δὲ Κάλ‐ χας. Ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κά‐ | |
5 | πρου. | |
71 | Schol. Apollon. II, 411: πεντηκοντόγυιον φησὶ Φε‐ ρεκύδης ἐν τῇ ἕκτῃ. idem Schol. ad v. | |
5 | 230: Ὅτι χαλκόποδες οἱ ταῦροι καὶ πῦρ πνέοντες, καὶ Φερεκύδης φησί. | |
t72-79 | LIBER SEPTIMUS. | |
72 | Schol. Apollon. IV, 156: Φερεκύδης φησὶν ἐν ἑβδόμῳ, φονευθῆναι τὸν δράκοντα ὑπὸ Ἰάσονος. | |
73a | Schol. Apollon. IV, 223: Φερεκύδης ἐν ἑβδόμῳ τὴν Μήδειαν φησὶν ἆραι τὸν Ἄψυρτον ἐκ τῆς κοίτης, Ἰάσονος εἰπόντος αὐτῇ, καὶ ἐνεγκεῖν πρὸς τοὺς Ἀργοναύτας. Ἐπεὶ δὲ ἐδιώχθησαν, | |
5 | σφάξαι, καὶ μελίσαντας ἐκβαλεῖν εἰς τὸν ποταμόν. Et ad v. 228: Φερεκύδης ἐν ἑβδόμῳ, διωκομένους ἀναβιβάσαι ἐπὶ τὴν ναῦν τὸν Ἄψυρτον, καὶ μελίσαν‐ τας ῥῖψαι εἰς τὸν ποταμόν. | |
73b | Schol. Eurip. Med. 167: Ὁ Φερεκύδης διὰ τοῦ ξ (Ἄξυρτον) ὀνομάζει αὐτόν (τὸν Ἄψυρτον). | |
74a | Schol. Eurip. Med. argument.: Φερεκύδης καὶ Σιμωνίδης φασὶν, ὡς ἡ Μήδεια ἀνεψήσασα τὸν Ἰάσονα νέον ποιήσειε. | |
74b | Schol. Aristoph. Equitt. 1318: Ἡ Μήδεια λέ‐ γεται, ὡς μὲν Αἰσχύλος ἱστορεῖ, τὰς τροφοὺς τοῦ Διονύσου ἀφεψήσασα ἀνανεάσαι ποιῆσαι μετὰ τῶν ἀνδρῶν αὐτῶν· ὡς δ’ ὁ τοὺς Νόστους ποιήσας, καὶ | |
5 | τὸν Αἴσονα, ... Φερεκύδης δὲ καὶ Σιμωνίδης τὸν Ἰά‐ σονα. | |
75 | Schol. Homer. Odyss. Λ, 289: Νηλεὺς ὁ Ποσει‐ δῶνος ἔχων θυγατέρα Πηρῶ τοὔνομα, κάλλει εὐπρε‐ πεστάτην, οὐδενὶ ταύτην ἐξεδίδου πρὸς γάμον, εἰ μὴ πρότερον ἐκ Φυλάκης τὰς τῆς μητρὸς Τυροῦς ἐλά‐ | |
5 | σειέν τις βοῦς παρ’ Ἰφίκλου. Πάντων δὲ ἀπορουμένων, Βίας ὁ Ταλαοῦ (sc. πατὴρ) μόνος ὑπέσχετο δράσειν τοῦτο· καὶ πείθει τὸν ἀδελφὸν Μελάμποδα, ῥέξαι τὸ ἔργον. Ὁ δὲ καίπερ εἰδὼς, ἅτε δὴ μάντις, ὅτι ἁλώσε‐ ται ἐνιαυτὸν, εἰς τὴν ὀφρὺν ἀφικνεῖται ἐπὶ τὰς βοῦς. | |
10 | Οἱ δὲ φύλακες ἐνταῦθα καὶ οἱ βουκόλοι κλέπτοντα αὐτὸν λαμβάνουσι καὶ παραδιδόασιν Ἰφίκλῳ, καὶ δε‐ θεὶς ἐφυλάσσετο, παρεζευγμένων αὐτῷ θεραπόντων δύο, ἀνδρὸς καὶ γυναικός. Καὶ ὁ μὲν ἀνὴρ αὐτὸν ἐπιει‐ κῶς ἐθεράπευεν, ἡ δὲ γυνὴ φαυλότερον. Ἐπεὶ δὲ ὁ | |
15 | ἐνιαυτὸς ὀλίγον πρὸς τὸ τελειωθῆναι περιῄει, Μελάμ‐ πους ἀκούει ὕπερθέν τινων σκωλήκων διαλεγομένων, ὅτι καταβεβρώκοιεν τὴν δοκόν. Καὶ τοῦτο ἀκούσας καλεῖ τοὺς διακόνους, καὶ κελεύει αὐτὸν ἐκφέρειν, τῆς κλίνης λαμβανομένους τὴν μὲν γυναῖκα πρὸς ποδῶν, | |
20 | τὸν δὲ ἄνδρα πρὸς κεφαλῆς. Οἱ δὲ αὐτὸν ἀναλαβόντες ἐκφέρουσιν. Ἐν τοσούτῳ δὲ καὶ ἡ δοκὸς κατακλᾶται καὶ ἐπιπίπτει τῇ γυναικὶ, καὶ κτείνει αὐτήν. Ὁ δὲ ἀνὴρ ἐξαγγέλλει τῷ Φυλάκῳ, ὁ δὲ Φύλακος Ἰφίκλῳ τὰ γενόμενα. Οἱ δὲ ἐλθόντες παρὰ τὸν Μελάμποδα, | |
25 | ἐρωτῶσι αὐτὸν, τίς ἐστιν. Ὁ δὲ ἔφη μάντις εἶναι. Οἱ δὲ αὐτῷ τὰς βοῦς ὑπισχνοῦνται δώσειν, ἐὰν μηχανήν τινα εὕρῃ παίδων γενέσεως Ἰφίκλῳ, καὶ πιστοῦνται ταῦτα. Ὁ δὲ Μελάμπους βοῦν ἱερεύσας τῷ Διῒ, διαι‐ ρεῖ μοῖρας πᾶσι τοῖς ὄρνισιν. Οἱ δὲ ἔρχονται πάντες | |
30 | πλὴν ἑνὸς αἰγυπιοῦ. Ὁ δὲ Μελάμπους ἐρωτᾷ πάντας τοὺς ὄρνιθας, εἴ τις οἶδε μηχανὴν, πῶς ἂν Ἰφίκλῳ γένοιντο παῖδες. Ἀποροῦντες δὲ ἐκεῖνοι, κομίζουσι τὸν | |
αἰγυπιόν. Οὗτος δὲ τὴν αἰτίαν τῆς ἀπαιδίας σπορᾶς εὐθέως εὗρεν. Διῶξαι γὰρ τὸν Φύλακον μετὰ μαχαί‐ | ||
35 | ρας τὸν Ἴφικλον ἔτι νεογνὸν ὄντα διὰ τὸ ἰδεῖν αὐτὸν ἄτοπόν τι ποιοῦντα. Ἔπειτα τὸν Φύλακον μὴ κατα‐ λαμβάνοντα, πῆξαι τὴν μάχαιραν εἴς τινα ἄχερδον, καὶ περιφῦναι αὐτῇ τὸν φλοιόν. Τὸν δὲ Ἴφικλον διὰ τὸ δέος μηκέτι παῖδας ποιῆσαι. Ἐκέλευσεν οὖν ὁ αἰ‐ | |
40 | γυπιὸς τὴν μάχαιραν τὴν ἐν τῷ ἀχέρδῳ κομίζειν, καὶ ἀποσμήξαντα τὸν ἰὸν διδόναι ἀπ’ αὐτῆς πιεῖν ἐν οἴνῳ δέκα ἡμέρας Ἰφίκλῳ· γεννῆσαι δὲ αὐτῷ παῖδας ἐκ τούτου. Ποιήσας δὲ ὁ Ἴφικλος τοῦτο, τὴν γονὴν ἀναῤῥώννυσι. Καὶ ἴσχει Ποδάρκην παῖδα. Καὶ δίδω‐ | |
45 | σι τὰς βοῦς τῷ Μελάμποδι. Ἃς λαμβάνει αὐτὴν τῷ ἀδελφῷ Βίαντι πρὸς γάμον, καὶ αὐτῷ γίνονται παῖδες, Περιαλκὴς, καὶ Ἄρητος (leg. Ἀρήϊος) καὶ Ἀλ‐ φεσίβοια. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ. | |
76 | Schol. Eurip. Alc. 1: Φερεκύδης οὔ φησι τοὺς Κύ‐ κλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοὺς υἱοὺς αὐτῶν, γράφων οὕτω· «Παρ’ αὐτὸν τὸν Ἄδμητον ἔρχε‐ ται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς κελεύσαντος, | |
5 | ὅτι κτείνει τοῦ Βρόντεω καὶ Στερόπεω καὶ Ἄργεω παῖδας. Κτείνει δὲ αὐτοὺς Ἀπόλλων, Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυ‐ νῷ ἐν Πυθῶνι. Ἀνέστησε γὰρ ἰώμενος τοὺς τεθνεῶτας.» paullo post: Φερεκύδης ἐν τῇ ἱστορίᾳ | |
10 | τοὺς ἐν Δελφοῖς θνήσκοντας αὐτὸν ἀναβιώ‐ σκειν. | |
77 | Schol. Homer. Odyss. Λ, 320: Κέφαλος ὁ Δηϊονέως γήμας Πρόκριν τὴν Ἐρεχθέως, ἐν τῇ Θο‐ ριέων κατῴκει. Θέλων δὲ τῆς γυναικὸς ἀποπειρᾶσθαι, λέγεται εἰς ἀποδημίαν ἐπὶ ἔτη ὀκτὼ, καταλιπὼν αὐ‐ | |
5 | τὴν ἔτι νύμφην οὖσαν. Ἔπειτα κατακοσμήσας, καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον· καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. Ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν, | |
10 | συγκοιμᾶται αὐτῷ. Ἐκφήνας δὲ ἑαυτὸν ὁ Κέφαλος, αἰτιᾶται τὴν Πρόκριν. Οὐ μὴν ἀλλὰ καταλλαγεὶς ἐξέρχεται ἐπὶ θήραν. Πυκνῶς δὲ αὐτοῦ τοῦτο δρῶντος, ὑπώπτευσεν ἡ Πρόκρις, ὅτι μίσγεται γυναικὶ ἑτέρᾳ. Προσκαλεσαμένη οὖν τὸν οἰκέτην ἔλεγεν εἰ σύνοιδεν. | |
15 | Ὁ δὲ θεράπων ἔφη τὸν Κέφαλον ἰδεῖν ἐπί τινος ὄρους κορυφὴν, καὶ λέγειν συχνῶς· ὦ Νεφέλα, παραγενοῦ. Καὶ τοῦτο μόνον συνειδέναι. Ἡ δὲ Πρόκρις ἀκούσασα ἔρχεται εἰς ταύτην τὴν κορυφὴν, καὶ κατακρύπτεται. Καὶ τὸ αὐτὸ λέγοντος αὐτοῦ πυ‐ | |
20 | θομένη, προστρέχει πρὸς αὐτόν. Ὁ δὲ Κέφαλος ἰδὼν αὐτὴν αἰφνιδίως, ἔξω ἑαυτοῦ γίνεται· καὶ ὥσπερ εἶχε βάλλει τῷ μετὰ χεῖρα ἀκοντίῳ τὴν Πρόκριν, καὶ κτείνει. Μεταπεμψάμενος δὲ τὸν Ἐρεχθέα, θάπτει πολυτελῶς αὐτήν. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν | |
25 | τῇ ζῇ. | |
78 | Schol. Homer. Il. Ζ, 153: Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ | |
5 | τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθ’ ἑαυτοῦ τὸν Δία. Ἐπιπέμπει οὖν αὐτῷ τὸν Θάνατον. Ὁ δὲ Σίσυφος αἰ‐ σθόμενος τὴν ἔφοδον, δεσμοῖς κρατεροῖς ἀποδεσμοῖ τὸν Θάνατον. Διὰ τοῦτο οὖν συνέβη οὐδένα τῶν ἀνθρώπων ἀποθνήσκειν, ἕως ἂν αὐτὸν Ἄρης τῷ Θανάτῳ παρέδωκε, | |
10 | καὶ τὸν Θάνατον τῶν δεσμῶν ἀπέλυσε· πρὶν ἢ δὲ ἀπο‐ θανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ, τὰ νενομισμένα μὴ πέμπειν εἰς ᾍδου. Καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ ᾍδης πυθόμενος, μεθίησιν αὐτὸν, ὡς τῇ γυναικὶ μεμψόμε‐ | |
15 | νον. Ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος, οὐκ ἔτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα ** κυλινδεῖν ἠνάγκασεν εἰς ᾍδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
79 | Schol. Homer. Odyss. Λ, 325: Μαίρα, ἡ Προί‐ του τοῦ Θερσάνδρου θυγάτηρ καὶ Ἀντείας τῆς Ἀμ‐ φιάνακτος, ἐγένετο κάλλει διαπρεπεστάτη. Ἡγουμένη δὲ περὶ πλείονος τὴν παρθενίαν, εἵπετο τῇ Ἀρτέμιδι | |
5 | ἐπὶ τὰ κυνηγέσια. Ταύτης ἐρασθεὶς Ζεὺς ἀφικνεῖται ὡς αὐτὴν, καὶ λανθάνων διαφθείρει. Ἡ δὲ ἔγκυος γε‐ νομένη τίκτει Λοκρὸν τὸ ὄνομα παῖδα, ὃς Θήβας μετ’ Ἀμφίονος καὶ Ζήθου οἰκίζει. Τὴν δὲ Μαίραν λέγεται τοξευθῆναι ὑπὸ Ἀρτέμιδος, διὰ τὸ μηκέτι παραγίνε‐ | |
10 | σθαι εἰς τὰ κυνηγέσια. Ἡ δὲ ἱστορία παρὰ Φερε‐ κύδῃ. | |
t80-84 | LIBER OCTAVUS. | |
80 | Schol. Apollon. IV, 57, (et Phavorin. in v. Λά‐ τμιον): Τὸν Ἐνδυμίωνα Ἡσίοδος μὲν Ἀεθλίου τοῦ Διὸς καὶ Καλίκης παῖδα λέγει, παρὰ Διὸς εἰληφότα δῶρον, αὐτὸν ταμίαν εἶναι θανάτου, ὅτε θέλοι (Phav. | |
5 | μέλοι) ὀλέσθαι. Καὶ τὰ αὐτά φησιν Ἀκουσίλαος καὶ Φερεκύδης. | |
81 | Schol. Apollon. I, 118: Φερεκύδης ἐν τῇ ὀγδόῃ φησὶ, τὸν Ἀγκαῖον ὑπὸ τοῦ Καλυδωνίου συὸς πλη‐ γέντα τὸν μηρὸν ἀποθανεῖν. | |
82 | Schol. Homer. ad Il. Β, 212: Φερεκύδης δὲ τοῦτον (τὸν Θερσίτην) ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησὶ, ὑποδείσαντα δὲ καὶ τὴν τοῦ συὸς ἐκκλίνοντα μάχην ὑπὸ Μελεάγρου κατα‐ | |
5 | κρημνισθῆναι. Διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ δίας τῆς Πορθάονος αὐτόν φησιν (sc. Φερεκύδης). | |
83a | Apollod. I, 8, 5: Τυδεὺς ἀνὴρ γενόμενος γενναῖος, ἐφυγαδεύθη, κτείνας ... ὡς Φερεκύδης φησὶν, Ὠλενίαν | |
83b | ἀδελφὸν ἴδιον. Schol. Homer. Il. Ξ, 120: Τυδεὺς | |
ὁ Οἰνέως, Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν καθ’ αὑτὸν γενόμενος. Ἔτι νέος ὢν, ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βα‐ | ||
5 | σιλείας ἐκβαλλόμενον. Διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς, καὶ σὺν αὐτοῖς ἀκουσίως ἀδελφόν. Φυγὼν δὲ εἰς Ἄργος πρὸς Ἄδραστον, βασιλέα τῆς χώρας, καθαρσίων τε τυγχάνει πρὸς αὐ‐ τοῦ, καὶ γαμεῖ τὴν αὐτοῦ θυ‐ | |
10 | γατέρα Διιπύλην. Ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
84 | Schol. Pindar. Isthm. 1, 79: Τὸν Μινύαν οἱ μὲν Ὀρχομενοῦ γενεαλογοῦσιν, ὡς Φερεκύδης, ἔνιοι δὲ ἔμπαλιν τὸν Ὀρχομενὸν, Μινύου· ἔνιοι δὲ ἀμφοτέ‐ ρους Ἐτεοκλέους γενεαλογοῦσι. | |
t85-89 | LIBER NONUS. | |
85 | Dionys. Halicarnass. Archaeol. 1, c. 13: Φέρε δὴ καὶ τὸ γένος ὅσον ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξω‐ μεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχό‐ μενοι μάρτυρα, Φερεκύδην τῶν Ἀθηναίων | |
5 | γενεαλόγων οὐδενὸς δεύτερον. Πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευ‐ σάντων ὧδε ὁ λόγος· «Πελασγοῦ καὶ Δηϊανείρης γί‐ νεται Λυκάων. Οὗτος γαμεῖ Κυλλήνην, νηΐδα νύμφην, ἀφ’ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖται.» Ἔπειτα τοὺς ἐκ | |
10 | τούτων γεννηθέντας διεξιὼν, καὶ τίνας τόπους ἕκαστοι τούτων ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκε‐ ται, λέγων ὧδε· «Καὶ Οἴνωτρος, ἀφ’ οὗ Οἴνωτροι καλέονται, οἱ ἐν Ἰταλίῃ οἰκέοντες· καὶ Πευκέτιος, ἀφ’ οὗ Πευκέτιοι καλέονται, οἱ ἐν τῷ Ἰονίῳ κόλ‐ | |
15 | πῳ.» | |
86 | Apollod. III, 8, 2: Εὔμηλος δὲ καί τινες ἕτεροι λέ‐ γουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι. Ἡσίοδος μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν Νυμφῶν λέ‐ γει· Ἄσιος δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως. | |
87a | Schol. Hom. Il. Η, 9: Ἀρηΐθοος ὁ Βοιωτὸς, ἄρι‐ στος τῶν κατ’ αὐτὸν ἀνθρώπων, ἦν διαβὰς εἰς Ἀρκα‐ δίαν. Ἦν γὰρ ἁψιμαχία τις ἐκεῖ Ἀρκάσι τε καὶ Βοιω‐ τοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς. Πλείστην ἐν‐ | |
5 | τεῦθεν κατεσύρατο λείαν. Καταφρόνησιν δὲ αὐτοῦ με‐ γάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, Λυκοῦργος, ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ, λόχον καθίσας, αὐτόν τε ἀνεῖλε καὶ τὴν παντευχίαν αὐτοῦ μετὰ τῆς κορύνης ἔλαβε, καὶ τὴν λείαν ἐπανεσώσατο. Ἡ ἱστορία παρὰ | |
10 | Φερεκύδῃ. | |
87b | Schol. Hom. Il. Η, 135: Φεὰ δὲ πόλις τῆς Ἤλι‐ δος· οἱ δὲ, τῆς Ἀρκαδίας, παρ’ ἣν ὁ Ἰαρδάνης ῥεῖ. Ἀλλὰ καὶ ἡ Φειὰ παραθαλλάσσιος ἐστί· καὶ Ἰάρδα‐ νος οὐχ ὁρᾶται ποταμὸς αὐτόθι. Ἄμεινον οὖν ὡς Δί‐ | |
5 | δυμος· Φήρᾳ, Σπάρτῃ, καὶ Δαρδάνου (leg. Ἰαρδά‐ | |
νου) ἀμφὶ ῥέεθρα· οὕτω γὰρ καὶ Φερεκύδης ἱστορεῖ. | ||
88 | Schol. Apollon. I, 102: Φερεκύδης ἐν τῇ θ φησὶν, ὅτι Ἔλατος ὁ Ἰκάρου γαμεῖ Ἐριμήδαν τὴν Δαμασίκλου. Τούτου δὲ γίνεται Ταίναρος, ἀφ’ οὗ Ταίναρον καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν. | |
89 | Schol. Homer. Il. Β, 585: Οἴτυλον, ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. Κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι, καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων, καὶ πρὰ τὴν | |
5 | ἱστορίαν· εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης· «Τοῦ δὲ γίνεται Ἀμφιάναξ· τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται.» | |
t90-113 | LIBER DECIMUS. | |
90 | Schol. Homer. Odyss. Ο, 16: Ἰκάριος ὁ Οἰβά‐ λου γαμεῖ Δωροδόχην τὴν Ὀρτιλόχου, ἢ κατὰ Φερε‐ κύδην, Ἀστερωδίαν τὴν Εὐρυπύλου τοῦ Τελέστορος. Πυθόμενος δὲ Λαέρτης περὶ τῆς Πηνελόπης ὅτι καὶ | |
5 | τῷ κάλλει καὶ ταῖς φρεσὶ διαφέρει πασῶν τῶν καθ’ ἑαυτὴν γυναικῶν, ἄγεται αὐτὴν τῷ παιδὶ Ὀδυσσέϊ πρὸς γάμον· ἣ τοσαύτην εἶχεν ἀρετὴν, ὥστε καὶ τὴν Ἑλένην τὴν ἐκ Διὸς οὖσαν τῷ τῆς ἀρετῆς ὑπερβάλ‐ λειν. Ἡ δὲ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ. | |
91 | Schol. Homer. Odyss. Ο, 223: Πολυφείδης ὁ Μαντίου Σα‐ ριοῦσαν γήμας· γίνονται αὐτῷ παῖδες Ἁρμονίδης καὶ Θεοκλύμενος· ὃς κτείνας ἐμφύλιον ἄνδρα, φεύγει εἰς | |
5 | τὴν Πύλον. Συντυχὼν δὲ θύοντι Τηλεμάχῳ, δεῖται αὐτοῦ σῶσαι αὐτὸν εἰς τὴν Ἰθάκην. Εἰπόντα δὲ αὐτὸν τὰ περὶ τοῦ πατρὸς ἀληθῆ μαντεῖα, πολὺ μᾶλλον ἐτί‐ μησεν. Ὅθεν καὶ Θεοκλύμενος φιλοφρονούμενος ὑπὸ τῶν περὶ τὸν Ὀδυσσέα δεῦρο τὸν βίον καταστρέφει. | |
10 | Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. | |
92 | Hesych.: Εὐρύμας, Ὠλένιος τὸ γένος, διάβολος δέ· ὅθεν ἀνῃρέθη ὑπὸ Πολυδεύκους. Κεῖται ἡ ἱστορία παρὰ Φερεκύδῃ. | |
93a | Schol. Eurip. Orest. 11: Ἐξ Εὐρυσθανάσσης (rectius Εὐρυανάσσης) τῆς Ξάνθου, ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης, ὁ Τάνταλος | |
ἐγέννησε τὸν Πέλοπα. | ||
93b | Schol. Apollon. I, 752: Ἐρασθεῖσα ἡ Ἱπποδά‐ μεια Πέλοπος, ἔπεισε Μυρτίλον, τὸν Ἑρμοῦ μὲν παῖδα, ἁρματοπηγὸν δὲ καὶ ἡνίοχον Οἰνομάου, ἐμ‐ βαλόντα κήρινον ἔμβολον ἐπὶ τοῦ ἀκραξονίου, ἢ οὐδ’ | |
5 | ὅλως ἐμβαλόντα τὸν ἔμβολον, ὡς Φερεκύδης ἱστορεῖ. Οὗ γενομένου Οἰνόμαός τε ἐκκυλισθεὶς τοῦ τροχοῦ ἀπέθανε, καὶ Ἱπποδάμειαν Πέλοψ ἔλαβεν. | |
93c | Schol. Sophocl. Electr. 505: Φησὶ Φερεκύδης, ὅτι Πέλοψ νικήσας τὸν ἀγῶνα, καὶ λαβὼν τὴν Ἱππο‐ δάμειαν, ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἵππων καὶ τοῦ Μυρτίλου. Καθ’ ὁδὸν δὲ | |
5 | καταλαβὼν αὐτὸν προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν, ἔῤῥιψεν εἰς θάλασσαν. | |
93d | Schol. Eur. Orest. 999: Φερεκύδης οὐ καθ’ Ἑρ‐ μοῦ μῆνιν φησὶ τὴν ἄρνα ὑποβληθῆναι. | |
93e | Scholia Ambrosiana ad Homer. Odyss. Δ, 22: Φερεκύδης ἱστορεῖ οὕτως· Ἀργεῖος δὲ ὁ Πέλοπος ἔρ‐ χεται παρ’ Ἀμύκλαν εἰς Ἀμύκλας, καὶ γαμεῖ Ἀμύκλα θυγατέρα Ἡγησάνδραν. | |
94a | Tzetz. ad Lycophr. 570: Φερεκύδης φησὶν, ὅτι Ἄνιος ἔπεισε τοὺς Ἕλληνας παραγενομένους πρὸς αὐτὸν, αὐτοῦ μένειν τὰ ἐννέα ἔτη, δεδόσθαι δὲ αὐτοῖς παρὰ τῶν θεῶν τῷ δεκάτῳ ἔτει ναυστολῆσαι ἐπὶ τὴν | |
5 | Ἴλιον, καὶ πορθῆσαι αὐτήν. Χρησμὸς γὰρ τοῖς Ἕλλη‐ σιν ἐδόθη, Τροίας κρατῆσαι τῷ δεκάτῳ χρόνῳ. Ὑπέ‐ σχετο δὲ αὐτοῖς καὶ ὑπὸ τῶν θυγατέρων αὐτοῦ τρέ‐ φεσθαι. | |
94b | Phavorin. in v. Ῥοιώ: Φερεκύδης δέ φησιν, ὅτι Ἴνιος (leg. Ἄνιος) ἔπεισε τοὺς Ἕλληνας παραγενο‐ μένους εἰς αὐτὸν, αὐτοῦ μένειν τὰ ἐννέα ἔτη, δεδόσθαι δὲ αὐτοῖς παρὰ τῶν θεῶν τῷ δεκάτῳ ἔτει πορθῆσαι | |
5 | τὴν Ἴλιον. | |
95 | Strabo XIV: Φερεκύδης φησὶν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα, καὶ ἐρωτῆσαι πό‐ σους ἔχει χοίρους· τὸν δ’ (Mopsum) εἰπεῖν, ὅτι τρεῖς, ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δ’ ἀποθανεῖν ὑπὸ | |
5 | λύπης. | |
95a | Schol. Il. τ, 53: Φερεκύδης Κύνωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γὰρ αὐτὸν λέγει. | |
96 | Schol. Pindar. Pyth. XI, 25, de Orestis nu‐ trice: Φερεκύδης Λαοδάμειαν λέγων αὐτὴν, τὸν ταύ‐ της φησὶ παῖδα ἀνῃρῆσθαι ὑπὸ Αἰγίσθου, νομιζόμενον Ὀρέστην εἶναι· τὸν δὲ Ὀρέστην ἐκκλαπέντα, εἶναι | |
5 | τριῶν ἐτῶν, ὡς Ἡρόδωρος ἐν Πελοπείᾳ. | |
97 | Schol. Eurip. Orest. 1645: Ἀσκληπιάδης ἱστο‐ ρεῖ, ὑπὸ ὄφεως αὐτὸν (Orestem) δηχθέντα ἐν Παῤ‐ ῥασίῳ τελευτῆσαι. Ὁ δὲ Φερεκύδης, ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν. Ὁ δὲ καταφεύ‐ | |
5 | γει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. Αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν, θέ‐ λουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. Ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται, ἀπὸ Ὀρέ‐ στου. | |
98 | Schol. Eurip. Orest. 1654: Φερεκύδης φησὶ, περὶ παίδων χρησμὸν αἰτοῦντα τὸν Νεοπτόλεμον ἀναι‐ ρεθῆναι· ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Με‐ νελάου, καὶ ἔρχεται εἰς Δελφοὺς περὶ παίδων χρησό‐ | |
5 | μενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης. Καὶ ὁρῶν | |
κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, ἑαυτὸν δὲ κτείνει μαχαί‐ ρᾳ. Ὁ δὲ τούτων ἱερεὺς κατορύσσει αὐτὸν ὑπὸ τὸν οὐ‐ δὸν τοῦ νεῷ. | ||
98a | Schol Venet. ad Eurip. Androm. 1217: Ὅτι μὲν ἐν Δελφοῖς ὁ Νεοπτό‐ λεμος τέθαπται καὶ Φερεκύδης ἱστορεῖ· ὅτι δὲ νεκρὸς ἐλθὼν εἰς Φθίαν πάλιν εἰς Δελφοὺς ἐπέμφθη, διεψεύσθη. | |
99 | Tzetz. in Exegesi in Iliadem: Πρία‐ μος ὁ Λαομέδοντος καὶ Λευκίππης υἱὸς, κατὰ Φερε‐ κύδη τὸν Σύρον ἱστορικὸν, γήμας Ἑκάβην τὴν Δύ‐ μαντος, τοῦ Ἠϊονέως, πολλοὺς μὲν υἱοὺς, πολλὰς δὲ | |
5 | θυγατέρας ἐσχήκει. | |
99a | Scol. Venet. ad Eur. Hecub. 1: Φερεκύδης γράφει οὕτως· «Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος, τοῦ Ἰονέως (l. Ἠιονέως) τοῦ Πρωτέως | |
5 | ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ Νηίδος νύμφης Εὐαγό‐ ρας.» Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. | |
99b | Schol. Victor. ad Il. π, 718: Δύμαντος καὶ Εὐνόης νύμφης, ὡς Φερεκύδης, Ἀθηνίων δὲ Κισσέως καὶ Τη‐ λεκλείας. | |
100 | Eustath. ad Homer. Il. Ω: Οἱ μὲν, τὸ Δῖος φασὶν κύριον· οἱ δὲ, τὸ ἀγαυός. Νικᾷ δὲ εἶναι Δίου ἐπίθετον τὸ ἀγαυός. Ἦν δὲ, φασὶν, ὡς ἱστορεῖ Φερεκύδης, νόθος Πριάμου υἱὸς ὁ Δῖος. | |
101a | Schol. Aristid. Orat.: Διὰ τὸ Παλλάδιόν φησι τὸ ἀπὸ Τροίας· ὁ γὰρ Δημό‐ φιλος (leg. videtur Δημοφῶν) παρὰ Διομήδους ἁρ‐ πάσας εἰς τὴν πόλιν ἤγαγεν· σημαίνει Λυσίας ἐν τῷ | |
5 | ὑπὲρ Σωκράτους πρὸς Πολυκράτην λόγῳ· λέγοι δ’ ἂν καὶ περὶ ἄλλων πολλῶν Παλλαδίων, τοῦ τε καταλυό‐ μενον τὸν αὐτόχθονα καὶ τῶν περὶ αὐτεφυρῶν καλου‐ μένων, ὡς Φερεκύδης καὶ Ἀντίοχος ἱστοροῦσι, καὶ τῶν κατηνεγμένων ἐν τῇ Γιγάντων μάχῃ, ὡς ἐν | |
10 | ἀγράφοις ὁ Φυλαρχός φησι. Παλλάδια δὲ ἐκάλουν, καθὰ λέγει Φερεκύδης, τὰ βαλλόμενα εἰς γῆν ἐκ τοῦ οὐρανοῦ ἀγάλματα· πάλλειν γὰρ, φησὶ, τὸ βάλλειν ἔλεγον. | |
101b | Tzetz. ad Lycophr. 355: Φερεκύδης παλλάδια λέγει τὰ ἀχειροποίητα μορφώματα, καὶ πᾶν τὸ ἐξ οὐρανοῦ εἰς γῆν παλλόμενον. | |
102 | Schol. Homer. Odyss. Τ, 523: Τῇ Νυκτέως Ζεὺς μίγνυται. Ἐξ ἧς Ζῆθος γίγνεται καὶ Ἀμφίων. Οὗτοι τὰς Θήβας οἰκοῦσι πρῶτοι, καὶ καλοῦνται Διὸς κοῦροι Λευκόπολοι. | |
5 | Γαμεῖ δὲ Ζῆθος μὲν Ἀηδόνα τὴν τοῦ Πανδαρέου. Τῶν δὲ γίνεται Ἴτυλος καὶ Νηΐς. Ἴτυλον δὲ ἡ μήτηρ Ἀη‐ δὼν ἀποκτείνει διὰ νυκτὸς, δοκοῦσα εἶναι τὸν Ἀμφίο‐ νος παῖδα, ζηλοῦσα τὴν τοῦ προειρημένου γυναῖκα, ὅτ’ αὐτῇ μὲν ἦσαν | |
10 | ἓξ παῖδες, αὐτῇ δὲ δύο. Ἐφορμᾷ δὲ ταύτῃ ὁ Ζεὺς ποινήν. Ἡ δὲ εὔχεται ὄρνις γενέσθαι, καὶ ποιεῖ αὐτὴν ὁ Ζεὺς ἀηδόνα. Θρήνει δὲ ἀεί ποτε τὸν Ἴτυλον, ὥς φησι Φερεκύδης. | |
102a1 | Schol. Homer. ad Odyss. Λ, 263: Amphion et Zethus Thebas muris cinxerunt διὰ τοὺς Φλε‐ γύας· μετὰ δὲ τὴν τελευτὴν αὐτῶν Εὐρύμαχος ἥρμοσε τὰς Θήβας, ὥς φησι Φερεκύδης ἐν τῇ δεκάτῃ. | |
102a2 | Schol. Apollon. I, 735: Ἀμφίων καὶ Ζῆθος τὰς Θήβας ἐτείχισαν. ... Φερεκύδης δὲ καὶ τὴν αἰτίαν πα‐ ραδίδωσι τῆς οἰκοδομῆς· διότι Φλεγύας πολεμίους ὄν‐ | |
τας εὐλαβοῦντο βασιλεύοντι Κάδμῳ. | ||
102a3 | Schol. Homer. Il. Ν, 302: Γυρτῶνα Φλεγύαι κατοικοῦντες, παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ, πλησιόχωροι ὄντες, ἐδεδοίκε‐ | |
5 | σαν καὶ μέχρι πολλοῦ, εἰ μὴ Ἀμφίων καὶ Ζῆθος, οἱ Διὸς καὶ Ἀντιόπης, ἐτείχισαν τὰς Θήβας. Εἶχε γὰρ Ἀμφίων λύραν, παρὰ Μουσῶν αὐτῷ δεδομένην, δι’ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. Τούτων μὲν οὖν | |
10 | ζώντων, οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι. Θανόντων δὲ αὐτῶν, ἐπελθόντες σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ, τὰς Θήβας εἷλον. Πλείονα δὲ τολμῶντες ἀδικήματα κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν, | |
15 | ὡς ἱστορεῖ Φερεκύδης. | |
102a4 | Schol. Apollon. I, 741: Λύραν Φερεκύδης ἐν τῇ δεκάτῃ ἱστορίᾳ (Phav. ἱστοριῶν) δοθῆναι Ἀμφίονι φησὶ ὑπὸ Μουσῶν. | |
102b1 | Schol. Eurip. Phoen. 162: Φερεκύδης φησὶν, αὐτὴν (τὴν Νιόβην) ἔχειν παῖδας ϛʹ. Ἀλαλκομενέα, Φηρέα, Εὔδωρον, (Νιόβην) Λύσιππον, Ξάνθον, Ἀρ‐ γεῖον. Θυγατέρας δὲ ϛʹ. Χιόνην, Κλυτίαν, Μελίαν, | |
5 | Ὥρην, Λαμίππην, Πελοπίαν. | |
102b2 | Schol. Il. ω, 617: Φερεκύδης δὲ ἐν ηʹ· «Ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀνα‐ χωρεῖ εἰς Σίπυλον, καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην καὶ Ταντάλῳ λίθον ἐπικρεμάμενον, ἀρᾶται δὲ τῷ Διὶ | |
5 | λίθος γενέσθαι. Ῥεῖ δὲ αὐτῆς δάκρυα, καὶ πρὸς ἄρκτον ὁρᾷ.» | |
102c | Schol. Eurip. Phoen. 1111: [Νηΐταις πύλαις] ἢ ἀπὸ Νηΐδος τῆς Ἀμφίονος καὶ Νιόβης. Ἢ ἐπεὶ νέαται εἰσίν. Ὁ δὲ Φερεκύδης ἀπὸ Νηΐδος τῆς Ζήθου θυγα‐ τρός. | |
103a | Schol. Apollon. 3, 62: Φερεκύδης· Αἴτωνος (υἱὸς Ἰξίων). Φησὶ δὲ ὡς γαμήσας Δίαν τὴν Ἠϊονέως θυγατέρα, πολλὰ ὑπέσχετο δώσειν δῶρα. Ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως, βέρεθρον | |
5 | ποιήσας καὶ πυρακτώσας σκεπάζει αὐτὸ λεπτοῖς ξύλοις καὶ κόνει λεπτῇ. Ἐμπεσὼν δὲ ὁ Ἡϊονεὺς ἀπόλλυται. Λύσσα δὲ τῷ Ἰξίονι ἐνέπεσε διὰ τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι οὔτε θεῶν οὔτε ἀνθρώπων. Πρῶ‐ τος γὰρ ἐμφύλιον ἄνδρα ἀπέκτεινεν. Ἐλεήσας δὲ αὐτὸν | |
10 | ὁ Ζεὺς ἁγνίζει, καὶ ἁγνισθεὶς ἠράσθη τῆς Ἥρας. Ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥρᾳ, παρακοιμίζει αὐτῷ. Καὶ ὕστερον ποιήσας τετράκνημον τροχὸν, καὶ δεσμεύ‐ σας αὐτὸν, τιμωρεῖται. | |
103b | Schol. Pindar. Pyth. II, 40: Τὸν Ἰξίονα οἱ μὲν Ἀντίωνος γενεαλογοῦσιν, ὡς Αἰσχύλος· Φερεκύδης δὲ, Πεισίωνος· ἔνιοι δὲ, Ἄρεος· οἱ δὲ, Φλεγύα· Ἀσκληπιάδης δὲ ἐν τῷ τρίτῳ | |
5 | τῶν τραγῳδουμένων οὕτω γράφει. Προσιστοροῦσι δὲ ἔνιοι, ὡς καὶ μανείη ὁ Ἰξίων, ὡς καὶ Φερεκύδης. Καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκα‐ σιν. Ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρπασθέντα | |
φθαρῆναί φασιν. | ||
104 | Schol. Apollon. I, 211: Περὶ δὲ τῆς Θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἴμῳ ὄρει ἐστὶ, Φερεκύδης φησὶ, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρει‐ θυίας. | |
105 | Schol. Sophocl. Oedip. Colon. 463: Περὶ οὗ (Δαιδάλου) Φερεκύδης φησὶν οὕτω· «Μητίνῳ (leg. Μητίονι) δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γίγνεται Δαί‐ δαλος, ἀφ’ οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνησι.» | |
106a | Schol. Homer. Odyss. Λ, 320: Θησεὺς ὁ Αἰγέως λαχὼν μετὰ τῶν ἠϊθέων εἰς Κρήτην πλεῖ, τῷ Μινω‐ ταύρῳ παρατεθησόμενος πρὸς ἀναίρεσιν. Ἀφικομένου δὲ αὐτοῦ ἐρωτικῶς πρὸς αὐτὸν διατεθεῖσα ἡ τοῦ Μί‐ | |
5 | νωος θυγάτηρ Ἀριάδνη, δίδωσιν ἀγαθίδα μίλτου λαβοῦσα παρὰ Δαιδάλου τοῦ τέκτονος, καὶ διδάσκει αὐτὸν, ἐπειδὰν εἰσέλθῃ, τὴν ἀρχὴν τῆς ἀγαθίδος ἐκδῆσαι περὶ τὸν ζυγὸν τῆς [τὸν?] ἄνω θύρας καὶ ἀνελίσσοντα ἰέναι, μέχρις ἂν ἀφικῆται εἰς | |
10 | τὸν μυχόν. Καὶ ἐὰν αὐτὸν καθεύδοντα μάρψῃ, κρατή‐ σαντα τῶν τριχῶν τῆς κεφαλῆς, τῷ Ποσειδῶνι θῦ‐ σαι, καὶ ἀπιέναι ὀπίσω ἀνελίσσοντα τὴν ἀγαθίδα. Ὁ δὲ Θησεὺς λαβὼν τὴν Ἀριάδνην εἰς τὴν ναῦν ἐμβάλ‐ λεται, καὶ τοὺς ἠϊθέους καὶ παρθένους οὐ δήπω φθά‐ | |
15 | σαντας τῷ Μινωταύρῳ παρατεθῆναι. Καὶ ταῦτα ποιή‐ σας, νυκτὸς μέσης ἀποπλεῖ. Προσορμίσας δὲ τῇ Δίᾳ νήσῳ, ἐκβὰς ἐπὶ τῆς ἠϊόνος μετακοιμᾶται. Καὶ αὐτῷ ἡ Ἀθηνᾶ παραστᾶσα, κελεύει τὴν Ἀριάδνην ἐᾷν, καὶ ἀφικνεῖσθαι εἰς Ἀθήνας. Συντόμως δὲ διαναστὰς ποιεῖ | |
20 | τοῦτο. Κατολοφυρομένης δὲ τῆς Ἀριάδνης ἡ Ἀφρο‐ δίτη ἐπιφανεῖσα θαῤῥεῖν αὐτῇ παραινεῖ· Διονύσου γὰρ ἔσεσθαι γυναῖκα, καὶ εὐκλεῆ γενέσθαι. Ὅθεν ὁ θεὸς ἐπιφανεὶς μίσγεται αὐτῇ. Καὶ δωρεῖται στέφανον αὐτῇ χρυσοῦν, ὃν αὖθις οἱ θεοὶ κατηστέρισαν τῇ τοῦ | |
25 | Διονύσου χάριτι. Ἀναιρεθῆναι δὲ αὐτὴν ὑπ’ Ἀρτέμι‐ δος, προεμένην τὴν παρθενίαν. Ἡ ἱστορία παρὰ Φε‐ ρεκύδῃ. | |
106b | Macrob. Saturnn. 1, 17: Pherecydes refert, Thesea, quum in Cretam ad Minotaurum duceretur, vovisse pro salute atque reditu suo Ἀπόλλωνι Οὐλίῳ καὶ Ἀρτέμιδι Οὐλίᾳ. | |
106c | Plutarch. in Theseo: Ἐπεὶ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ᾄδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβὼν, καὶ διδαχθεὶς ὡς ἔστι τοῦ λαβυρίνθου τοὺς ἑλιγμοὺς διεξ‐ | |
5 | ελθεῖν, ἀπέκτεινε τὸν Μινώταυρον, καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠϊθέους. Φερεκύδης δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησιν ἐκκόψαι τὸν Θησέα, τὴν δίωξιν ἀφαιρούμενον. | |
107 | Steph. Byz.: Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλό‐ πης τῆς Κερκυόνος, ὡς Φερεκύδης. ... Ἔστι δὲ με‐ ταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. | |
108 | Schol. Pindar. Nem. V, 89: Φερεκύδης ἡνίοχον τὸν Φόρβαντα, φησὶ, Θησέως. Σὺν ᾧ καὶ τὴν Ἀμα‐ ζόνα ἁρπάζει. | |
109 | Athenaeus XIII: Ἴστρος ἐν τῇ τεσσα‐ ρεσκαιδεκάτῃ τῶν Ἀττικῶν, καταλέγων τὰς τοῦ Θησέως | |
γενομένας γυναῖκας, φησὶ τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ’ ἐξ ἁρπαγῆς, ἄλλας δ’ ἐκ νομίμων | ||
5 | γάμων. Ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππο‐ λύτην· καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας· νομίμως δ’ αὐτὸν γῆμαι Μελίβοιαν, τὴν Αἴαντος μητέρα, γυναῖκα· Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι’ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους πα‐ | |
10 | ρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν. | |
110 | Pollux X, 128: Δρεπάνη, καὶ ὡς Φερεκύδης ὠνόμασε, κρώπιον· περὶ γὰρ τοῦ Κόδρου λέγων, ὅτι ὡς ἐπὶ φρυγανισμὸν ἐξῆλθεν ἐν ἀγροίκῳ τῇ σκευῇ βουλόμενος λαθεῖν, φησὶν ὅτι τῷ κρωπίῳ τινὰ παίσας | |
5 | ἀπέκτεινε. | |
111 | Strabo XIV: Ταύτης (τῆς Ἰωνικῆς πα‐ ραλίας) φησὶ Φερεκύδης Μίλητον μὲν, καὶ Μυοῦντα, καὶ τὰ περὶ Μυκάλην καὶ Ἔφεσον, Κᾶρας ἔχειν πρό‐ τερον· τὴν δ’ ἑξῆς παραλίαν μέχρι Φωκαίας, καὶ | |
5 | Χίου, καὶ Σάμου, ἧς Ἀγκαῖος ἦρχε, Λέλεγας· ἐκ‐ βληθῆναι δ’ ἀμφοτέρους ὑπὸ τῶν Ἰώνων, καὶ εἰς τὰ λοιπὰ μέρη τῆς Καρίας ἐκπεσεῖν. Ἄρξαι δέ φησιν Ἄνδροκλον τῆς τῶν Ἰώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ βασιλέως Ἀθηνῶν· | |
10 | γενέσθαι τοῦτον Ἐφέσου κτίστην. | |
112 | Scholiastes in Platonem: Παρὰ δὲ Φερεκύδῃ καὶ τοὔνομα τῆς Ἰωνικῆς πόλεως, λέγω δὲ τῆς Τέω, κείμενον εὗρον, ὅθεν ἦν Ἀνακρέων ὁ με‐ λοποιὸς, ἀπὸ τοῦ τέως. Ὁ γὰρ Ἀθάμας, φησὶν, ἀνα‐ | |
5 | χωρῶν ἐκ τῆς χώρας, εὑρὼν Ἄρεαν τὴν θυγατέρα ἀθύρουσαν καὶ λίθους συμφοροῦσαν τοὺς νῦν ὄντας ἐν Τέῳ, ἤρετο ταύτην, τί ποιεῖς; Ἡ δὲ εἶπε· Τέως σὺ ἐζήτεις, ἵνα πόλιν κτίσῃς, εὗρον. Ἀφ’ οὗ ἀνακινηθεὶς, τὴν πόλιν ὠνόμασε Τέω. | |
113 | Clem. Alex. Strom. V: Φασὶ καὶ Ἰδανθούραν τὸν Σκυθῶν βασιλέα, ὡς ἱστορεῖ Φερε‐ κύδης ὁ Σύριος, Δαρείῳ διαβάντι τὸν Ἴστρον, πόλε‐ μον ἀπειλοῦντα πέμψαι σύμβολον ἀντὶ τῶν γραμμά‐ | |
5 | των, μῦν, βάτραχον, ὄρνιθα, ὀϊστὸν, ἄροτρον. Ἀπορίας δὲ οὔσης, οἵας εἰκὸς, ἐπὶ τούτοις, Ὀροντοπάγας μὲν ὁ χιλίαρχος ἔλεγεν, παραδώσειν αὐτοὺς τὴν ἀρχήν· τεκμαιρόμενος ἀπὸ μὲν τοῦ μυὸς, τὰς οἰκήσεις· ἀπὸ δὲ τοῦ βατράχου, τὰ ὕδατα· τὸν ἀέρα τε ἀπὸ τῆς | |
10 | ὄρνιθος· καὶ ἀπὸ τοῦ ὀϊστοῦ, τὰ ὅπλα· ἀπὸ δὲ τοῦ ἀρότρου, τὴν χώραν. Ξιφόδρης δὲ ἔμπαλιν ἡρμήνευ‐ σεν· ἔφασκε γὰρ, ἐὰν μὴ ὡς ὄρνιθες ἀναπτῶμεν, ἢ ὡς μύες κατὰ τῆς γῆς, ἢ ὡς οἱ βάτραχοι καθ’ ὕδατος· δύωμεν, οὐκ ἂν φύγοιμεν τὰ ἐκείνων βέλη· τῆς γὰρ | |
15 | χώρας οὐκ ἐσμὲν κύριοι. Ἀνάχαρσίν τε τὸν Σκύθην φησὶ καὶ αὐτὸν κοιμώμενον κατέχειν, τῇ μὲν λαιᾷ, τὰ αἰδοῖα· τῇ δεξιᾷ δὲ, τὸ στόμα· αἰνιττόμενον, δεῖν μὲν ἀμφοῖν, μεῖζον δὲ εἶναι γλώττης κρατεῖν ἢ ἡδο‐ νῆς. | |
t114-121 | FRAGMENTA SEDIS INCERTAE. | |
114 | Etymol. M.: Ἄρυπες, Φερεκύδης, ἀντὶ τοῦ Ῥύ‐ πες. Πρόδηλον τὸ εἰρημένον. Ῥύπες γὰρ λέγονται οἱ | |
Ἀχαιοί. Κατὰ πλεονασμὸν τοῦ α, Ἄρυπες. | ||
114a | Epimerism. Hom. ap. Cramer. Anecd. vol. I: Ἀλάστωρ ὁ Ζεὺς, ἐπὶ τῶν χαλεπόν τι πρασσόντων· παρηκτικὴ δὲ ἡ εὐθεῖα παρὰ τὴν ἀλά‐ στορος γενικήν. ... καὶ Φερεκύδης· «Ὁ Ζεὺς δὲ Ἱκέ‐ | |
5 | σιος καὶ Ἀλάστορος καλεῖται.» | |
115 | Schol. Apollon. I, 831: Αἰγαῖος γὰρ οὗτος ὁ θεὸς (Neptunus) προσαγορεύεται, ὥς φησι Φερεκύ‐ δης. | |
116 | Steph. Byz.: Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύ‐ δης. | |
117 | Steph. Byz.: Φρίξα, πόλις. Ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμπίας ἀπέχουσα στάδια λʹ. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. | |
118 | Schol. Homer. Il. Β, 592: Φερεκύδης ὁ Ἀθη‐ ναῖος τὸ μὲν ἐΰκτιτον, κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἶπυ, ἐπίθετον. | |
119a | Choeroboscus ad Theodosii Canones: Σπανιωτέρα ἐστὶν ἡ εἰς α (αἰτιατικὴ) οἷον τὸν βόα· εὑρέθη δὲ σπανίως παρὰ Φερεκύδει τῷ Ἀθηναίῳ. | |
119b | Etym. M.: Βοηδρομιὼν, μὴν παρὰ Ἀθηναίοις εἴ‐ ρηται· ὅτι ἐν αὐτῷ ἐτιμᾶτο Βοηδρόμιος Ἀπόλλων. Τὴν δὲ ἀρχὴν ἔλαβεν, ὅτι πολέμου συστάντος Ἀθη‐ ναίοις καὶ Ἐλευσινίοις, συμμαχήσαντος Ἴωνος κατὰ | |
5 | συγγένειαν, ἐνίκησαν οἱ Ἀθηναῖοι. Ἀπὸ οὖν τῆς τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης, ὅ τε Ἀπόλλων Βοηδρόμιος ἐκλήθη. Καὶ ἡ θυσία, καὶ ὁ μήν. Καὶ τὰ Βοηδρόμια ἐτελεῖτο ἑορτή. Φερεκύδης δὲ ἐν τοῖς Αὐτόχθοσι, διὰ τῆς φωνῆς σημεῖον, ἣν τὸ πρό‐ | |
10 | τερον ἀξύνετον οὖσαν εὗρε καὶ διήρθρωσεν. | |
120 | Strabon. X: Οὔτ’ οὖν Δουλίχιον ἡ Κεφαλ‐ ληνία καθ’ Ὅμη‐ ρον, οὔτε τῆς Κεφαλληνίας τὸ Δουλίχιον, ὡς Ἄνδρων φησί ... οὐδὲ Παλεῖς Δουλίχιον ὑφ’ Ὁμήρου λέγονται, | |
5 | ὡς γράφει Φερεκύδης. | |
121 | Apollon. De pronom.: καὶ Φερεκύδης ἐν τῇ Θεολογίᾳ, καὶ ἔτι Δημόκριτος ἐν τοῖς Περὶ ἀστρονομίας καὶ ἐν τοῖς ὑπολειπομένοις συντάγμασι συνεχέστερον χρῶνται τῇ | |
5 | ἐμεῦ καὶ ἔτι τῇ ἐμέο. |